AK
Back to Translations

Ion · Plato

Status · Complete
Text
Plato, Ion 530a–542b
Greek text
Plato, Platonis Opera, ed. John Burnet (Oxford: Oxford University Press, 1903), via Perseus Digital Library
Translation
Alexandros Kalogrianitis
First drafted
August 2026
Last revised
September 2026

[530a]

Σωκράτης τὸν Ἴωνα χαίρειν. πόθεν τὰ νῦν ἡμῖν ἐπιδεδήμηκας; ἢ οἴκοθεν ἐξ Ἐφέσου;

Ἴων οὐδαμῶς, ὦ Σώκρατες, ἀλλ᾽ ἐξ Ἐπιδαύρου ἐκ τῶν Ἀσκληπιείων.

Σωκράτης μῶν καὶ ῥαψῳδῶν ἀγῶνα τιθέασιν τῷ θεῷ οἱ Ἐπιδαύριοι;

Ἴων πάνυ γε, καὶ τῆς ἄλλης γε μουσικῆς.

Σωκράτης τί οὖν; ἠγωνίζου τι ἡμῖν; καὶ πῶς τι ἠγωνίσω;

[530b]

Ἴων τὰ πρῶτα τῶν ἄθλων ἠνεγκάμεθα, ὦ Σώκρατες.

Σωκράτης εὖ λέγεις: ἄγε δὴ ὅπως καὶ τὰ Παναθήναια νικήσομεν.

Ἴων ἀλλ᾽ ἔσται ταῦτα, ἐὰν θεὸς ἐθέλῃ.

Σωκράτης καὶ μὴν πολλάκις γε ἐζήλωσα ὑμᾶς τοὺς ῥαψῳδούς, ὦ Ἴων, τῆς τέχνης: τὸ γὰρ ἅμα μὲν τὸ σῶμα κεκοσμῆσθαι ἀεὶ πρέπον ὑμῶν εἶναι τῇ τέχνῃ καὶ ὡς καλλίστοις φαίνεσθαι, ἅμα δὲ ἀναγκαῖον εἶναι ἔν τε ἄλλοις ποιηταῖς διατρίβειν πολλοῖς καὶ ἀγαθοῖς καὶ δὴ καὶ μάλιστα ἐν Ὁμήρῳ, τῷ ἀρίστῳ καὶ θειοτάτῳ τῶν ποιητῶν, καὶ τὴν τούτου διάνοιαν

[530c]

ἐκμανθάνειν, μὴ μόνον τὰ ἔπη, ζηλωτόν ἐστιν. οὐ γὰρ ἂν γένοιτό ποτε ἀγαθὸς ῥαψῳδός, εἰ μὴ συνείη τὰ λεγόμενα ὑπὸ τοῦ ποιητοῦ. τὸν γὰρ ῥαψῳδὸν ἑρμηνέα δεῖ τοῦ ποιητοῦ τῆς διανοίας γίγνεσθαι τοῖς ἀκούουσι: τοῦτο δὲ καλῶς ποιεῖν μὴ γιγνώσκοντα ὅτι λέγει ὁ ποιητὴς ἀδύνατον. ταῦτα οὖν πάντα ἄξια ζηλοῦσθαι.

Ἴων ἀληθῆ λέγεις, ὦ Σώκρατες: ἐμοὶ γοῦν τοῦτο πλεῖστον ἔργον παρέσχεν τῆς τέχνης, καὶ οἶμαι κάλλιστα ἀνθρώπων λέγειν περὶ Ὁμήρου, ὡς οὔτε Μητρόδωρος ὁ

[530d]

Λαμψακηνὸς οὔτε Στησίμβροτος ὁ Θάσιος οὔτε Γλαύκων οὔτε ἄλλος οὐδεὶς τῶν πώποτε γενομένων ἔσχεν εἰπεῖν οὕτω πολλὰς καὶ καλὰς διανοίας περὶ Ὁμήρου ὅσας ἐγώ.

Σωκράτης εὖ λέγεις, ὦ Ἴων: δῆλον γὰρ ὅτι οὐ φθονήσεις μοι ἐπιδεῖξαι.

Ἴων καὶ μὴν ἄξιόν γε ἀκοῦσαι, ὦ Σώκρατες, ὡς εὖ κεκόσμηκα τὸν Ὅμηρον: ὥστε οἶμαι ὑπὸ Ὁμηριδῶν ἄξιος εἶναι χρυσῷ στεφάνῳ στεφανωθῆναι.

Σωκράτης καὶ μὴν ἐγὼ ἔτι ποιήσομαι σχολὴν ἀκροάσασθαί

[531a]

σου, νῦν δέ μοι τοσόνδε ἀπόκριναι: πότερον περὶ Ὁμήρου μόνον δεινὸς εἶ ἢ καὶ περὶ Ἡσιόδου καὶ Ἀρχιλόχου;

Ἴων οὐδαμῶς, ἀλλὰ περὶ Ὁμήρου μόνον: ἱκανὸν γάρ μοι δοκεῖ εἶναι.

Σωκράτης ἔστι δὲ περὶ ὅτου Ὅμηρός τε καὶ Ἡσίοδος ταὐτὰ λέγετον;

Ἴων οἶμαι ἔγωγε καὶ πολλά.

Σωκράτης πότερον οὖν περὶ τούτων κάλλιον ἂν ἐξηγήσαιο ἃ Ὅμηρος λέγει ἢ ἃ Ἡσίοδος;

Ἴων ὁμοίως ἂν περί γε τούτων, ὦ

[531b]

Σώκρατες, περὶ ὧν ταὐτὰ λέγουσιν.

Σωκράτης τί δὲ ὧν πέρι μὴ ταὐτὰ λέγουσιν; οἷον περὶ μαντικῆς λέγει τι Ὅμηρός τε καὶ Ἡσίοδος.

Ἴων πάνυ γε.

Σωκράτης τί οὖν; ὅσα τε ὁμοίως καὶ ὅσα διαφόρως περὶ μαντικῆς λέγετον τὼ ποιητὰ τούτω, πότερον σὺ κάλλιον ἂν ἐξηγήσαιο ἢ τῶν μάντεών τις τῶν ἀγαθῶν;

Ἴων τῶν μάντεων.

Σωκράτης εἰ δὲ σὺ ἦσθα μάντις, οὐκ, εἴπερ περὶ τῶν ὁμοίως λεγομένων οἷός τ᾽ ἦσθα ἐξηγήσασθαι, καὶ περὶ τῶν διαφόρως λεγομένων ἠπίστω ἂν ἐξηγεῖσθαι;

Ἴων δῆλον ὅτι.

[531c]

Σωκράτης τί οὖν ποτε περὶ μὲν Ὁμήρου δεινὸς εἶ, περὶ δὲ Ἡσιόδου οὔ, οὐδὲ τῶν ἄλλων ποιητῶν; ἢ Ὅμηρος περὶ ἄλλων τινῶν λέγει ἢ ὧνπερ σύμπαντες οἱ ἄλλοι ποιηταί; οὐ περὶ πολέμου τε τὰ πολλὰ διελήλυθεν καὶ περὶ ὁμιλιῶν πρὸς ἀλλήλους ἀνθρώπων ἀγαθῶν τε καὶ κακῶν καὶ ἰδιωτῶν καὶ δημιουργῶν, καὶ περὶ θεῶν πρὸς ἀλλήλους καὶ πρὸς ἀνθρώπους ὁμιλούντων, ὡς ὁμιλοῦσι, καὶ περὶ τῶν οὐρανίων παθημάτων καὶ περὶ τῶν ἐν Ἅιδου, καὶ γενέσεις καὶ θεῶν

[531d]

καὶ ἡρώων; οὐ ταῦτά ἐστι περὶ ὧν Ὅμηρος τὴν ποίησιν πεποίηκεν;

Ἴων ἀληθῆ λέγεις, ὦ Σώκρατες.

Σωκράτης τί δὲ οἱ ἄλλοι ποιηταί; οὐ περὶ τῶν αὐτῶν τούτων;

Ἴων ναί, ἀλλ᾽, ὦ Σώκρατες, οὐχ ὁμοίως πεποιήκασι καὶ Ὅμηρος.

Σωκράτης τί μήν; κάκιον;

Ἴων πολύ γε.

Σωκράτης Ὅμηρος δὲ ἄμεινον;

Ἴων ἄμεινον μέντοι νὴ Δία.

Σωκράτης οὐκοῦν, ὦ φίλη κεφαλὴ Ἴων, ὅταν περὶ ἀριθμοῦ πολλῶν λεγόντων εἷς τις ἄριστα λέγῃ, γνώσεται δήπου τις

[531e]

τὸν εὖ λέγοντα;

Ἴων φημί.

Σωκράτης πότερον οὖν ὁ αὐτὸς ὅσπερ καὶ τοὺς κακῶς λέγοντας, ἢ ἄλλος;

Ἴων ὁ αὐτὸς δήπου.

Σωκράτης οὐκοῦν ὁ τὴν ἀριθμητικὴν τέχνην ἔχων οὗτός ἐστιν;

Ἴων ναί.

Σωκράτης τί δ᾽; ὅταν πολλῶν λεγόντων περὶ ὑγιεινῶν σιτίων ὁποῖά ἐστιν, εἷς τις ἄριστα λέγῃ, πότερον ἕτερος μέν τις τὸν ἄριστα λέγοντα γνώσεται ὅτι ἄριστα λέγει, ἕτερος δὲ τὸν κάκιον ὅτι κάκιον, ἢ ὁ αὐτός;

Ἴων δῆλον δήπου, ὁ αὐτός.

Σωκράτης τίς οὗτος; τί ὄνομα αὐτῷ;

Ἴων ἰατρός.

Σωκράτης οὐκοῦν ἐν κεφαλαίῳ λέγομεν ὡς ὁ αὐτὸς γνώσεται ἀεί, περὶ τῶν αὐτῶν πολλῶν λεγόντων,

[532a]

ὅστις τε εὖ λέγει καὶ ὅστις κακῶς: ἢ εἰ μὴ γνώσεται τὸν κακῶς λέγοντα, δῆλον ὅτι οὐδὲ τὸν εὖ, περί γε τοῦ αὐτοῦ.

Ἴων οὕτως.

Σωκράτης οὐκοῦν ὁ αὐτὸς γίγνεται δεινὸς περὶ ἀμφοτέρων;

Ἴων ναί.

Σωκράτης οὐκοῦν σὺ φῂς καὶ Ὅμηρον καὶ τοὺς ἄλλους ποιητάς, ἐν οἷς καὶ Ἡσίοδος καὶ Ἀρχίλοχός ἐστιν, περί γε τῶν αὐτῶν λέγειν, ἀλλ᾽ οὐχ ὁμοίως, ἀλλὰ τὸν μὲν εὖ γε, τοὺς δὲ χεῖρον;

Ἴων καὶ ἀληθῆ λέγω.

Σωκράτης οὐκοῦν, εἴπερ τὸν εὖ λέγοντα γιγνώσκεις,

[532b]

καὶ τοὺς χεῖρον λέγοντας γιγνώσκοις ἂν ὅτι χεῖρον λέγουσιν.

Ἴων ἔοικέν γε.

Σωκράτης οὐκοῦν, ὦ βέλτιστε, ὁμοίως τὸν Ἴωνα λέγοντες περὶ Ὁμήρου τε δεινὸν εἶναι καὶ περὶ τῶν ἄλλων ποιητῶν οὐχ ἁμαρτησόμεθα, ἐπειδή γε αὐτὸς ὁμολογῇ τὸν αὐτὸν ἔσεσθαι κριτὴν ἱκανὸν πάντων ὅσοι ἂν περὶ τῶν αὐτῶν λέγωσι, τοὺς δὲ ποιητὰς σχεδὸν ἅπαντας τὰ αὐτὰ ποιεῖν.

Ἴων τί οὖν ποτε τὸ αἴτιον, ὦ Σώκρατες, ὅτι ἐγώ, ὅταν μέν τις περὶ ἄλλου του ποιητοῦ διαλέγηται, οὔτε προσέχω

[532c]

τὸν νοῦν ἀδυνατῶ τε καὶ ὁτιοῦν συμβαλέσθαι λόγου ἄξιον, ἀλλ᾽ ἀτεχνῶς νυστάζω, ἐπειδὰν δέ τις περὶ Ὁμήρου μνησθῇ, εὐθύς τε ἐγρήγορα καὶ προσέχω τὸν νοῦν καὶ εὐπορῶ ὅτι λέγω;

Σωκράτης οὐ χαλεπὸν τοῦτό γε εἰκάσαι, ὦ ἑταῖρε, ἀλλὰ παντὶ δῆλον ὅτι τέχνῃ καὶ ἐπιστήμῃ περὶ Ὁμήρου λέγειν ἀδύνατος εἶ· εἰ γὰρ τέχνῃ οἷός τε ἦσθα, καὶ περὶ τῶν ἄλλων ποιητῶν ἁπάντων λέγειν οἷός τ᾽ ἂν ἦσθα· ποιητικὴ γάρ πού ἐστιν τὸ ὅλον. ἢ οὔ;

Ἴων ναί.

[532d]

Σωκράτης οὐκοῦν ἐπειδὰν λάβῃ τις καὶ ἄλλην τέχνην ἡντινοῦν ὅλην, ὁ αὐτὸς τρόπος τῆς σκέψεως ἔσται περὶ ἁπασῶν τῶν τεχνῶν; πῶς τοῦτο λέγω, δέῃ τί μου ἀκοῦσαι, ὦ Ἴων;

Ἴων ναὶ μὰ τὸν Δία, ὦ Σώκρατες, ἔγωγε· χαίρω γὰρ ἀκούων ὑμῶν τῶν σοφῶν.

Σωκράτης βουλοίμην ἄν σε ἀληθῆ λέγειν, ὦ Ἴων· ἀλλὰ σοφοὶ μέν πού ἐστε ὑμεῖς οἱ ῥαψῳδοὶ καὶ ὑποκριταὶ καὶ ὧν ὑμεῖς ᾁδετε τὰ ποιήματα, ἐγὼ δὲ οὐδὲν ἄλλο ἢ τἀληθῆ λέγω,

[532e]

οἷον εἰκὸς ἰδιώτην ἄνθρωπον. ἐπεὶ καὶ περὶ τούτου οὗ νῦν ἠρόμην σε, θέασαι ὡς φαῦλον καὶ ἰδιωτικόν ἐστι καὶ παντὸς ἀνδρὸς γνῶναι ὃ ἔλεγον, τὴν αὐτὴν εἶναι σκέψιν, ἐπειδάν τις ὅλην τέχνην λάβῃ. λάβωμεν γὰρ τῷ λόγῳ· γραφικὴ γάρ τίς ἐστι τέχνη τὸ ὅλον;

Ἴων ναί.

Σωκράτης οὐκοῦν καὶ γραφῆς πολλοὶ καὶ εἰσὶ καὶ γεγόνασιν ἀγαθοὶ καὶ φαῦλοι;

Ἴων πάνυ γε.

Σωκράτης ἤδη οὖν τινα εἶδες ὅστις περὶ μὲν Πολυγνώτου τοῦ Ἀγλαοφῶντος δεινός ἐστιν ἀποφαίνειν ἃ εὖ τε γράφει καὶ ἃ μή, περὶ δὲ τῶν ἄλλων γραφέων

[533a]

ἀδύνατος; καὶ ἐπειδὰν μέν τις τὰ τῶν ἄλλων ζωγράφων ἔργα ἐπιδεικνύῃ, νυστάζει τε καὶ ἀπορεῖ καὶ οὐκ ἔχει ὅτι συμβάληται, ἐπειδὰν δὲ περὶ Πολυγνώτου ἢ ἄλλου ὅτου βούλει τῶν γραφέων ἑνὸς μόνου δέῃ ἀποφήνασθαι γνώμην, ἐγρήγορέν τε καὶ προσέχει τὸν νοῦν καὶ εὐπορεῖ ὅτι εἴπῃ;

Ἴων οὐ μὰ τὸν Δία, οὐ δῆτα.

Σωκράτης τί δέ; ἐν ἀνδριαντοποιίᾳ ἤδη τιν᾽ εἶδες ὅστις περὶ μὲν Δαιδάλου τοῦ Μητίονος

[533b]

ἢ Ἐπειοῦ τοῦ Πανοπέως ἢ Θεοδώρου τοῦ Σαμίου ἢ ἄλλου τινὸς ἀνδριαντοποιοῦ ἑνὸς πέρι δεινός ἐστιν ἐξηγεῖσθαι ἃ εὖ πεποίηκεν, ἐν δὲ τοῖς τῶν ἄλλων ἀνδριαντοποιῶν ἔργοις ἀπορεῖ τε καὶ νυστάζει, οὐκ ἔχων ὅτι εἴπῃ;

Ἴων οὐ μὰ τὸν Δία, οὐδὲ τοῦτον ἑώρακα.

Σωκράτης ἀλλὰ μήν, ὥς γ᾽ ἐγὼ οἶμαι, οὐδ᾽ ἐν αὐλήσει γε οὐδὲ ἐν κιθαρίσει οὐδὲ ἐν κιθαρῳδίᾳ οὐδὲ ἐν ῥαψῳδίᾳ οὐδεπώποτ᾽ εἶδες ἄνδρα ὅστις περὶ μὲν Ὀλύμπου δεινός ἐστιν ἐξηγεῖσθαι ἢ περὶ Θαμύρου ἢ περὶ

[533c]

Ὀρφέως ἢ περὶ Φημίου τοῦ Ἰθακησίου ῥαψῳδοῦ, περὶ δὲ Ἴωνος τοῦ Ἐφεσίου ῥαψῳδοῦ ἀπορεῖ καὶ οὐκ ἔχει συμβαλέσθαι ἅ τε εὖ ῥαψῳδεῖ καὶ ἃ μή.

Ἴων οὐκ ἔχω σοι περὶ τούτου ἀντιλέγειν, ὦ Σώκρατες· ἀλλ᾽ ἐκεῖνο ἐμαυτῷ σύνοιδα, ὅτι περὶ Ὁμήρου κάλλιστ᾽ ἀνθρώπων λέγω καὶ εὐπορῶ καὶ οἱ ἄλλοι πάντες μέ φασιν εὖ λέγειν, περὶ δὲ τῶν ἄλλων οὔ. καίτοι ὅρα τοῦτο τί ἔστιν.

Σωκράτης καὶ ὁρῶ, ὦ Ἴων, καὶ ἔρχομαί γέ σοι ἀποφανούμενος

[533d]

ὅ μοι δοκεῖ τοῦτο εἶναι. ἔστι γὰρ τοῦτο τέχνη μὲν οὐκ ὂν παρὰ σοὶ περὶ Ὁμήρου εὖ λέγειν, ὃ νυνδὴ ἔλεγον, θεία δὲ δύναμις ἥ σε κινεῖ, ὥσπερ ἐν τῇ λίθῳ ἣν Εὐριπίδης μὲν Μαγνῆτιν ὠνόμασεν, οἱ δὲ πολλοὶ Ἡρακλείαν. καὶ γὰρ αὕτη ἡ λίθος οὐ μόνον αὐτοὺς τοὺς δακτυλίους ἄγει τοὺς σιδηροῦς, ἀλλὰ καὶ δύναμιν ἐντίθησι τοῖς δακτυλίοις ὥστ᾽ αὖ δύνασθαι ταὐτὸν τοῦτο ποιεῖν ὅπερ ἡ λίθος, ἄλλους

[533e]

ἄγειν δακτυλίους, ὥστ᾽ ἐνίοτε ὁρμαθὸς μακρὸς πάνυ σιδηρίων καὶ δακτυλίων ἐξ ἀλλήλων ἤρτηται· πᾶσι δὲ τούτοις ἐξ ἐκείνης τῆς λίθου ἡ δύναμις ἀνήρτηται. οὕτω δὲ καὶ ἡ Μοῦσα ἐνθέους μὲν ποιεῖ αὐτή, διὰ δὲ τῶν ἐνθέων τούτων ἄλλων ἐνθουσιαζόντων ὁρμαθὸς ἐξαρτᾶται. πάντες γὰρ οἵ τε τῶν ἐπῶν ποιηταὶ οἱ ἀγαθοὶ οὐκ ἐκ τέχνης ἀλλ᾽ ἔνθεοι ὄντες καὶ κατεχόμενοι πάντα ταῦτα τὰ καλὰ λέγουσι ποιήματα, καὶ οἱ μελοποιοὶ οἱ ἀγαθοὶ ὡσαύτως, ὥσπερ οἱ κορυβαντιῶντες

[534a]

οὐκ ἔμφρονες ὄντες ὀρχοῦνται, οὕτω καὶ οἱ μελοποιοὶ οὐκ ἔμφρονες ὄντες τὰ καλὰ μέλη ταῦτα ποιοῦσιν, ἀλλ᾽ ἐπειδὰν ἐμβῶσιν εἰς τὴν ἁρμονίαν καὶ εἰς τὸν ῥυθμόν, βακχεύουσι καὶ κατεχόμενοι, ὥσπερ αἱ βάκχαι ἀρύονται ἐκ τῶν ποταμῶν μέλι καὶ γάλα κατεχόμεναι, ἔμφρονες δὲ οὖσαι οὔ, καὶ τῶν μελοποιῶν ἡ ψυχὴ τοῦτο ἐργάζεται, ὅπερ αὐτοὶ λέγουσι. λέγουσι γὰρ δήπουθεν πρὸς ἡμᾶς οἱ ποιηταὶ ὅτι

[534b]

ἀπὸ κρηνῶν μελιρρύτων ἐκ Μουσῶν κήπων τινῶν καὶ ναπῶν δρεπόμενοι τὰ μέλη ἡμῖν φέρουσιν ὥσπερ αἱ μέλιτται, καὶ αὐτοὶ οὕτω πετόμενοι· καὶ ἀληθῆ λέγουσι. κοῦφον γὰρ χρῆμα ποιητής ἐστιν καὶ πτηνὸν καὶ ἱερόν, καὶ οὐ πρότερον οἷός τε ποιεῖν πρὶν ἂν ἔνθεός τε γένηται καὶ ἔκφρων καὶ ὁ νοῦς μηκέτι ἐν αὐτῷ ἐνῇ· ἕως δ᾽ ἂν τουτὶ ἔχῃ τὸ κτῆμα, ἀδύνατος πᾶς ποιεῖν ἄνθρωπός ἐστιν καὶ χρησμῳδεῖν. ἅτε οὖν οὐ τέχνῃ ποιοῦντες καὶ πολλὰ λέγοντες καὶ καλὰ περὶ

[534c]

τῶν πραγμάτων, ὥσπερ σὺ περὶ Ὁμήρου, ἀλλὰ θείᾳ μοίρᾳ, τοῦτο μόνον οἷός τε ἕκαστος ποιεῖν καλῶς ἐφ᾽ ὃ ἡ Μοῦσα αὐτὸν ὥρμησεν, ὁ μὲν διθυράμβους, ὁ δὲ ἐγκώμια, ὁ δὲ ὑπορχήματα, ὁ δ᾽ ἔπη, ὁ δ᾽ ἰάμβους· τὰ δ᾽ ἄλλα φαῦλος αὐτῶν ἕκαστός ἐστιν. οὐ γὰρ τέχνῃ ταῦτα λέγουσιν ἀλλὰ θείᾳ δυνάμει, ἐπεί, εἰ περὶ ἑνὸς τέχνῃ καλῶς ἠπίσταντο λέγειν, κἂν περὶ τῶν ἄλλων ἁπάντων· διὰ ταῦτα δὲ ὁ θεὸς ἐξαιρούμενος τούτων τὸν νοῦν τούτοις χρῆται ὑπηρέταις καὶ

[534d]

τοῖς χρησμῳδοῖς καὶ τοῖς μάντεσι τοῖς θείοις, ἵνα ἡμεῖς οἱ ἀκούοντες εἰδῶμεν ὅτι οὐχ οὗτοί εἰσιν οἱ ταῦτα λέγοντες οὕτω πολλοῦ ἄξια, οἷς νοῦς μὴ πάρεστιν, ἀλλ᾽ ὁ θεὸς αὐτός ἐστιν ὁ λέγων, διὰ τούτων δὲ φθέγγεται πρὸς ἡμᾶς. μέγιστον δὲ τεκμήριον τῷ λόγῳ Τύννιχος ὁ Χαλκιδεύς, ὃς ἄλλο μὲν οὐδὲν πώποτε ἐποίησε ποίημα ὅτου τις ἂν ἀξιώσειεν μνησθῆναι, τὸν δὲ παίωνα ὃν πάντες ᾁδουσι, σχεδόν τι πάντων μελῶν κάλλιστον, ἀτεχνῶς, ὅπερ αὐτὸς λέγει,

[534e]

‘εὕρημά τι Μοισᾶν.’ ἐν τούτῳ γὰρ δὴ μάλιστά μοι δοκεῖ ὁ θεὸς ἐνδείξασθαι ἡμῖν, ἵνα μὴ διστάζωμεν, ὅτι οὐκ ἀνθρώπινά ἐστιν τὰ καλὰ ταῦτα ποιήματα οὐδὲ ἀνθρώπων, ἀλλὰ θεῖα καὶ θεῶν, οἱ δὲ ποιηταὶ οὐδὲν ἀλλ᾽ ἢ ἑρμηνῆς εἰσιν τῶν θεῶν, κατεχόμενοι ἐξ ὅτου ἂν ἕκαστος κατέχηται. ταῦτα ἐνδεικνύμενος ὁ θεὸς ἐξεπίτηδες διὰ τοῦ φαυλοτάτου

[535a]

ποιητοῦ τὸ κάλλιστον μέλος ᾖσεν· ἢ οὐ δοκῶ σοι ἀληθῆ λέγειν, ὦ Ἴων;

Ἴων ναὶ μὰ τὸν Δία, ἔμοιγε· ἅπτει γάρ πώς μου τοῖς λόγοις τῆς ψυχῆς, ὦ Σώκρατες, καί μοι δοκοῦσι θείᾳ μοίρᾳ ἡμῖν παρὰ τῶν θεῶν ταῦτα οἱ ἀγαθοὶ ποιηταὶ ἑρμηνεύειν.

Σωκράτης οὐκοῦν ὑμεῖς αὖ οἱ ῥαψῳδοὶ τὰ τῶν ποιητῶν ἑρμηνεύετε;

Ἴων καὶ τοῦτο ἀληθὲς λέγεις.

Σωκράτης οὐκοῦν ἑρμηνέων ἑρμηνῆς γίγνεσθε;

Ἴων παντάπασί γε.

[535b]

Σωκράτης ἔχε δή μοι τόδε εἰπέ, ὦ Ἴων, καὶ μὴ ἀποκρύψῃ ὅτι ἄν σε ἔρωμαι· ὅταν εὖ εἴπῃς ἔπη καὶ ἐκπλήξῃς μάλιστα τοὺς θεωμένους, ἢ τὸν Ὀδυσσέα ὅταν ἐπὶ τὸν οὐδὸν ἐφαλλόμενον ᾁδῃς, ἐκφανῆ γιγνόμενον τοῖς μνηστῆρσι καὶ ἐκχέοντα τοὺς ὀιστοὺς πρὸ τῶν ποδῶν, ἢ Ἀχιλλέα ἐπὶ τὸν Ἕκτορα ὁρμῶντα, ἢ καὶ τῶν περὶ Ἀνδρομάχην ἐλεινῶν τι ἢ περὶ Ἑκάβην ἢ περὶ Πρίαμον, τότε πότερον ἔμφρων εἶ ἢ ἔξω

[535c]

σαυτοῦ γίγνῃ καὶ παρὰ τοῖς πράγμασιν οἴεταί σου εἶναι ἡ ψυχὴ οἷς λέγεις ἐνθουσιάζουσα, ἢ ἐν Ἰθάκῃ οὖσιν ἢ ἐν Τροίᾳ ἢ ὅπως ἂν καὶ τὰ ἔπη ἔχῃ;

Ἴων ὡς ἐναργές μοι τοῦτο, ὦ Σώκρατες, τὸ τεκμήριον εἶπες· οὐ γάρ σε ἀποκρυψάμενος ἐρῶ. ἐγὼ γὰρ ὅταν ἐλεινόν τι λέγω, δακρύων ἐμπίμπλανταί μου οἱ ὀφθαλμοί· ὅταν τε φοβερὸν ἢ δεινόν, ὀρθαὶ αἱ τρίχες ἵστανται ὑπὸ φόβου καὶ ἡ καρδία πηδᾷ.

[535d]

Σωκράτης τί οὖν; φῶμεν, ὦ Ἴων, ἔμφρονα εἶναι τότε τοῦτον τὸν ἄνθρωπον, ὃς ἂν κεκοσμημένος ἐσθῆτι ποικίλῃ καὶ χρυσοῖσι στεφάνοις κλάῃ τ᾽ ἐν θυσίαις καὶ ἑορταῖς, μηδὲν ἀπολωλεκὼς τούτων, ἢ φοβῆται πλέον ἢ ἐν δισμυρίοις ἀνθρώποις ἑστηκὼς φιλίοις, μηδενὸς ἀποδύοντος μηδὲ ἀδικοῦντος;

Ἴων οὐ μὰ τὸν Δία, οὐ πάνυ, ὦ Σώκρατες, ὥς γε τἀληθὲς εἰρῆσθαι.

Σωκράτης οἶσθα οὖν ὅτι καὶ τῶν θεατῶν τοὺς πολλοὺς ταὐτὰ ταῦτα ὑμεῖς ἐργάζεσθε;

[535e]

Ἴων καὶ μάλα καλῶς οἶδα· καθορῶ γὰρ ἑκάστοτε αὐτοὺς ἄνωθεν ἀπὸ τοῦ βήματος κλάοντάς τε καὶ δεινὸν ἐμβλέποντας καὶ συνθαμβοῦντας τοῖς λεγομένοις. δεῖ γάρ με καὶ σφόδρ᾽ αὐτοῖς τὸν νοῦν προσέχειν· ὡς ἐὰν μὲν κλάοντας αὐτοὺς καθίσω, αὐτὸς γελάσομαι ἀργύριον λαμβάνων, ἐὰν δὲ γελῶντας, αὐτὸς κλαύσομαι ἀργύριον ἀπολλύς.

Σωκράτης οἶσθα οὖν ὅτι οὗτός ἐστιν ὁ θεατὴς τῶν δακτυλίων ὁ ἔσχατος, ὧν ἐγὼ ἔλεγον ὑπὸ τῆς Ἡρακλειώτιδος λίθου ἀπ᾽ ἀλλήλων τὴν δύναμιν λαμβάνειν; ὁ δὲ μέσος σὺ ὁ

[536a]

ῥαψῳδὸς καὶ ὑποκριτής, ὁ δὲ πρῶτος αὐτὸς ὁ ποιητής· ὁ δὲ θεὸς διὰ πάντων τούτων ἕλκει τὴν ψυχὴν ὅποι ἂν βούληται τῶν ἀνθρώπων, ἀνακρεμαννὺς ἐξ ἀλλήλων τὴν δύναμιν. καὶ ὥσπερ ἐκ τῆς λίθου ἐκείνης ὁρμαθὸς πάμπολυς ἐξήρτηται χορευτῶν τε καὶ διδασκάλων καὶ ὑποδιδασκάλων, ἐκ πλαγίου ἐξηρτημένων τῶν τῆς Μούσης ἐκκρεμαμένων δακτυλίων. καὶ ὁ μὲν τῶν ποιητῶν ἐξ ἄλλης Μούσης, ὁ δὲ ἐξ ἄλλης ἐξήρτηται—ὀνομάζομεν δὲ αὐτὸ κατέχεται, τὸ δέ

[536b]

ἐστι παραπλήσιον· ἔχεται γάρ—ἐκ δὲ τούτων τῶν πρώτων δακτυλίων, τῶν ποιητῶν, ἄλλοι ἐξ ἄλλου αὖ ἠρτημένοι εἰσὶ καὶ ἐνθουσιάζουσιν, οἱ μὲν ἐξ Ὀρφέως, οἱ δὲ ἐκ Μουσαίου· οἱ δὲ πολλοὶ ἐξ Ὁμήρου κατέχονταί τε καὶ ἔχονται. ὧν σύ, ὦ Ἴων, εἷς εἶ καὶ κατέχῃ ἐξ Ὁμήρου, καὶ ἐπειδὰν μέν τις ἄλλου του ποιητοῦ ᾁδῃ, καθεύδεις τε καὶ ἀπορεῖς ὅτι λέγῃς, ἐπειδὰν δὲ τούτου τοῦ ποιητοῦ φθέγξηταί τις μέλος, εὐθὺς ἐγρήγορας καὶ ὀρχεῖταί σου ἡ ψυχὴ καὶ εὐπορεῖς ὅτι

[536c]

λέγῃς· οὐ γὰρ τέχνῃ οὐδ᾽ ἐπιστήμῃ περὶ Ὁμήρου λέγεις ἃ λέγεις, ἀλλὰ θείᾳ μοίρᾳ καὶ κατοκωχῇ, ὥσπερ οἱ κορυβαντιῶντες ἐκείνου μόνου αἰσθάνονται τοῦ μέλους ὀξέως ὃ ἂν ᾖ τοῦ θεοῦ ἐξ ὅτου ἂν κατέχωνται, καὶ εἰς ἐκεῖνο τὸ μέλος καὶ σχημάτων καὶ ῥημάτων εὐποροῦσι, τῶν δὲ ἄλλων οὐ φροντίζουσιν· οὕτω καὶ σύ, ὦ Ἴων, περὶ μὲν Ὁμήρου ὅταν τις μνησθῇ, εὐπορεῖς, περὶ δὲ τῶν ἄλλων ἀπορεῖς·

[536d]

τούτου δ᾽ ἐστὶ τὸ αἴτιον, ὅ μ᾽ ἐρωτᾷς, δι᾽ ὅτι σὺ περὶ μὲν Ὁμήρου εὐπορεῖς, περὶ δὲ τῶν ἄλλων οὔ, ὅτι οὐ τέχνῃ ἀλλὰ θείᾳ μοίρᾳ Ὁμήρου δεινὸς εἶ ἐπαινέτης.

Ἴων σὺ μὲν εὖ λέγεις, ὦ Σώκρατες· θαυμάζοιμι μεντἂν εἰ οὕτως εὖ εἴποις, ὥστε με ἀναπεῖσαι ὡς ἐγὼ κατεχόμενος καὶ μαινόμενος Ὅμηρον ἐπαινῶ. οἶμαι δὲ οὐδ᾽ ἂν σοὶ δόξαιμι, εἴ μου ἀκούσαις λέγοντος περὶ Ὁμήρου.

Σωκράτης καὶ μὴν ἐθέλω γε ἀκοῦσαι, οὐ μέντοι πρότερον

[536e]

πρὶν ἄν μοι ἀποκρίνῃ τόδε· ὧν Ὅμηρος λέγει περὶ τίνος εὖ λέγεις; οὐ γὰρ δήπου περὶ ἁπάντων γε.

Ἴων εὖ ἴσθι, ὦ Σώκρατες, περὶ οὐδενὸς ὅτου οὔ.

Σωκράτης οὐ δήπου καὶ περὶ τούτων ὧν σὺ μὲν τυγχάνεις οὐκ εἰδώς, Ὅμηρος δὲ λέγει.

Ἴων καὶ ταῦτα ποῖά ἐστιν ἃ Ὅμηρος μὲν λέγει, ἐγὼ δὲ οὐκ οἶδα;

[537a]

Σωκράτης οὐ καὶ περὶ τεχνῶν μέντοι λέγει πολλαχοῦ Ὅμηρος καὶ πολλά; οἷον καὶ περὶ ἡνιοχείας—ἐὰν μνησθῶ τὰ ἔπη, ἐγώ σοι φράσω.

Ἴων ἀλλ᾽ ἐγὼ ἐρῶ· ἐγὼ γὰρ μέμνημαι.

Σωκράτης εἰπὲ δή μοι ἃ λέγει Νέστωρ Ἀντιλόχῳ τῷ ὑεῖ, παραινῶν εὐλαβηθῆναι περὶ τὴν καμπὴν ἐν τῇ ἱπποδρομίᾳ τῇ ἐπὶ Πατρόκλῳ.

Ἴων “κλινθῆναι δέ, φησί, καὶ αὐτὸς ἐϋξέστῳ ἐνὶ δίφρῳ

[537b]

ἦκ᾽ ἐπ᾽ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν. ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω, ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι κύκλου ποιητοῖο· λίθου δ᾽ ἀλέασθαι ἐπαυρεῖν.”

Σωκράτης ἀρκεῖ. ταῦτα δή, ὦ Ἴων, τὰ ἔπη εἴτε ὀρθῶς λέγει Ὅμηρος εἴτε μή, πότερος ἂν γνοίη ἄμεινον, ἰατρὸς ἢ ἡνίοχος;

Ἴων Ἡνίοχος δήπου.

Σωκράτης πότερον ὅτι τέχνην ταύτην ἔχει ἢ κατ᾽ ἄλλο τι;

Ἴων οὔκ, ἀλλ᾽ ὅτι τέχνην.

[537c]

Σωκράτης οὐκοῦν ἑκάστῃ τῶν τεχνῶν ἀποδέδοταί τι ὑπὸ τοῦ θεοῦ ἔργον οἵᾳ τε εἶναι γιγνώσκειν; οὐ γάρ που ἃ κυβερνητικῇ γιγνώσκομεν, γνωσόμεθα καὶ ἰατρικῇ.

Ἴων οὐ δῆτα.

Σωκράτης οὐδέ γε ἃ ἰατρικῇ, ταῦτα καὶ τεκτονικῇ.

[537d]

Ἴων οὐ δῆτα.

Σωκράτης οὐκοῦν οὕτω καὶ κατὰ πασῶν τῶν τεχνῶν, ἃ τῇ ἑτέρᾳ τέχνῃ γιγνώσκομεν, οὐ γνωσόμεθα τῇ ἑτέρᾳ; τόδε δέ μοι πρότερον τούτου ἀπόκριναι· τὴν μὲν ἑτέραν φῂς εἶναί τινα τέχνην, τὴν δ᾽ ἑτέραν;

Ἴων ναί.

Σωκράτης ἆρα ὥσπερ ἐγὼ τεκμαιρόμενος, ὅταν ἡ μὲν ἑτέρων πραγμάτων ᾖ ἐπιστήμη, ἡ δ᾽ ἑτέρων, οὕτω καλῶ τὴν μὲν ἄλλην, τὴν δὲ ἄλλην

[537e]

τέχνην; οὕτω καὶ σύ;

Ἴων ναί.

Σωκράτης εἰ γάρ που τῶν αὐτῶν πραγμάτων ἐπιστήμη εἴη τις, τί ἂν τὴν μὲν ἑτέραν φαῖμεν εἶναι, τὴν δ᾽ ἑτέραν, ὁπότε γε ταὐτὰ εἴη εἰδέναι ἀπ᾽ ἀμφοτέρων; ὥσπερ ἐγώ τε γιγνώσκω ὅτι πέντε εἰσὶν οὗτοι οἱ δάκτυλοι, καὶ σύ, ὥσπερ ἐγώ, περὶ τούτων ταὐτὰ γιγνώσκεις· καὶ εἴ σε ἐγὼ ἐροίμην εἰ τῇ αὐτῇ τέχνῃ γιγνώσκομεν τῇ ἀριθμητικῇ τὰ αὐτὰ ἐγώ τε καὶ σὺ ἢ ἄλλῃ, φαίης ἂν δήπου τῇ αὐτῇ.

Ἴων ναί.

[538a]

Σωκράτης ὃ τοίνυν ἄρτι ἔμελλον ἐρήσεσθαί σε, νυνὶ εἰπέ, εἰ κατὰ πασῶν τῶν τεχνῶν οὕτω σοι δοκεῖ, τῇ μὲν αὐτῇ τέχνῃ τὰ αὐτὰ ἀναγκαῖον εἶναι γιγνώσκειν, τῇ δ᾽ ἑτέρᾳ μὴ τὰ αὐτά, ἀλλ᾽ εἴπερ ἄλλη ἐστίν, ἀναγκαῖον καὶ ἕτερα γιγνώσκειν.

Ἴων οὕτω μοι δοκεῖ, ὦ Σώκρατες.

Σωκράτης οὐκοῦν ὅστις ἂν μὴ ἔχῃ τινὰ τέχνην, ταύτης τῆς τέχνης τὰ λεγόμενα ἢ πραττόμενα καλῶς γιγνώσκειν οὐχ οἷός τ᾽ ἔσται;

[538b]

ἀληθῆ λέγεις.

Σωκράτης πότερον οὖν περὶ τῶν ἐπῶν ὧν εἶπες, εἴτε καλῶς λέγει Ὅμηρος εἴτε μή, σὺ κάλλιον γνώσῃ ἢ ἡνίοχος;

Ἴων Ἡνίοχος.

Σωκράτης Ῥαψῳδὸς γάρ που εἶ ἀλλ᾽ οὐχ ἡνίοχος.

Ἴων ναί.

Σωκράτης ἡ δὲ ῥαψῳδικὴ τέχνη ἑτέρα ἐστὶ τῆς ἡνιοχικῆς;

Ἴων ναί.

Σωκράτης εἰ ἄρα ἑτέρα, περὶ ἑτέρων καὶ ἐπιστήμη πραγμάτων ἐστίν.

Ἴων ναί.

[538c]

Σωκράτης τί δὲ δὴ ὅταν Ὅμηρος λέγῃ ὡς τετρωμένῳ τῷ Μαχάονι Ἑκαμήδη ἡ Νέστορος παλλακὴ κυκεῶνα πίνειν δίδωσι; καὶ λέγει πως οὕτως — “οἴνῳ πραμνείῳ, φησίν, ἐπὶ δ᾽ αἴγειον κνῆ τυρὸν κνήστι χαλκείῃ· παρὰ δὲ κρόμυον ποτῷ ὄψον·” ταῦτα εἴτε ὀρθῶς λέγει Ὅμηρος εἴτε μή, πότερον ἰατρικῆς ἐστι διαγνῶναι καλῶς ἢ ῥαψῳδικῆς;

Ἴων Ἰατρικῆς.

[538d]

Σωκράτης τί δέ, ὅταν λέγῃ Ὅμηρος — “ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ἵκανεν, ἥ τε κατ᾽ ἀγραύλοιο βοὸς κέρας ἐμμεμαυῖα ἔρχεται ὠμηστῇσι μετ᾽ ἰχθύσι πῆμα φέρουσα·” ταῦτα πότερον φῶμεν ἁλιευτικῆς εἶναι τέχνης μᾶλλον κρῖναι ἢ ῥαψῳδικῆς, ἅττα λέγει καὶ εἴτε καλῶς εἴτε μή;

Ἴων δῆλον δή, ὦ Σώκρατες, ὅτι ἁλιευτικῆς.

[538e]

Σωκράτης σκέψαι δή, σοῦ ἐρομένου, εἰ ἔροιό με· ‘ἐπειδὴ τοίνυν, ὦ Σώκρατες, τούτων τῶν τεχνῶν ἐν Ὁμήρῳ εὑρίσκεις ἃ προσήκει ἑκάστῃ διακρίνειν, ἴθι μοι ἔξευρε καὶ τὰ τοῦ μάντεώς τε καὶ μαντικῆς, ποῖά ἐστιν ἃ προσήκει αὐτῷ οἵῳ τ᾽ εἶναι διαγιγνώσκειν, εἴτε εὖ εἴτε κακῶς πεποίηται’ — σκέψαι ὡς ῥᾳδίως τε καὶ ἀληθῆ ἐγώ σοι ἀποκρινοῦμαι. πολλαχοῦ μὲν γὰρ καὶ ἐν Ὀδυσσείᾳ λέγει, οἷον καὶ ἃ ὁ τῶν Μελαμποδιδῶν λέγει μάντις πρὸς τοὺς μνηστῆρας, Θεοκλύμενος—

[539a]

“δαιμόνιοι, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γυῖα, οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί· εἰδώλων τε πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλὴ ἱεμένων ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ

[539b]

οὐρανοῦ ἐξαπόλωλε, κακὴ δ᾽ ἐπιδέδρομεν ἀχλύς·” πολλαχοῦ δὲ καὶ ἐν Ἰλιάδι, οἷον καὶ ἐπὶ τειχομαχίᾳ· λέγει γὰρ καὶ ἐνταῦθα — “ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν, αἰετὸς ὑψιπέτης, ἐπ᾽ ἀριστερὰ λαὸν ἐέργων,

[539c]

φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον, ζῷον, ἔτ᾽ ἀσπαίροντα· καὶ οὔπω λήθετο χάρμης. κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν ἰδνωθεὶς ὀπίσω, ὁ δ᾽ ἀπὸ ἕθεν ἧκε χαμᾶζε ἀλγήσας ὀδύνῃσι, μέσῳ δ᾽ ἐνὶ κάββαλ᾽ ὁμίλῳ·

[539d]

αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.” ταῦτα φήσω καὶ τὰ τοιαῦτα τῷ μάντει προσήκειν καὶ σκοπεῖν καὶ κρίνειν.

Ἴων ἀληθῆ γε σὺ λέγων, ὦ Σώκρατες.

Σωκράτης καὶ σύ γε, ὦ Ἴων, ἀληθῆ ταῦτα λέγεις. ἴθι δὴ καὶ σὺ ἐμοί, ὥσπερ ἐγὼ σοὶ ἐξέλεξα καὶ ἐξ Ὀδυσσείας καὶ ἐξ Ἰλιάδος ὁποῖα τοῦ μάντεώς ἐστι καὶ ὁποῖα τοῦ ἰατροῦ καὶ

[539e]

ὁποῖα τοῦ ἁλιέως, οὕτω καὶ σὺ ἐμοὶ ἔκλεξον, ἐπειδὴ καὶ ἐμπειρότερος εἶ ἐμοῦ τῶν Ὁμήρου, ὁποῖα τοῦ ῥαψῳδοῦ ἐστιν, ὦ Ἴων, καὶ τῆς τέχνης τῆς ῥαψῳδικῆς, ἃ τῷ ῥαψῳδῷ προσήκει καὶ σκοπεῖσθαι καὶ διακρίνειν παρὰ τοὺς ἄλλους ἀνθρώπους.

Ἴων ἐγὼ μέν φημι, ὦ Σώκρατες, ἅπαντα.

Σωκράτης οὐ σύ γε φῄς, ὦ Ἴων, ἅπαντα· ἢ οὕτως ἐπιλήσμων εἶ; καίτοι οὐκ ἂν πρέποι γε ἐπιλήσμονα εἶναι ῥαψῳδὸν ἄνδρα.

[540a]

Ἴων τί δὲ δὴ ἐπιλανθάνομαι;

Σωκράτης οὐ μέμνησαι ὅτι ἔφησθα τὴν ῥαψῳδικὴν τέχνην ἑτέραν εἶναι τῆς ἡνιοχικῆς;

Ἴων μέμνημαι.

Σωκράτης οὐκοῦν καὶ ἑτέραν οὖσαν ἕτερα γνώσεσθαι ὡμολόγεις;

Ἴων ναί.

Σωκράτης οὐκ ἄρα πάντα γε γνώσεται ἡ ῥαψῳδικὴ κατὰ τὸν σὸν λόγον οὐδὲ ὁ ῥαψῳδός.

Ἴων πλήν γε ἴσως τὰ τοιαῦτα, ὦ Σώκρατες.

[540b]

Σωκράτης τὰ τοιαῦτα δὲ λέγεις πλὴν τὰ τῶν ἄλλων τεχνῶν σχεδόν τι· ἀλλὰ ποῖα δὴ γνώσεται, ἐπειδὴ οὐχ ἅπαντα;

Ἴων ἃ πρέπει, οἶμαι ἔγωγε, ἀνδρὶ εἰπεῖν καὶ ὁποῖα γυναικί, καὶ ὁποῖα δούλῳ καὶ ὁποῖα ἐλευθέρῳ, καὶ ὁποῖα ἀρχομένῳ καὶ ὁποῖα ἄρχοντι.

Σωκράτης ἆρα ὁποῖα ἄρχοντι, λέγεις, ἐν θαλάττῃ χειμαζομένου πλοίου πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ κυβερνήτης;

Ἴων οὔκ, ἀλλὰ ὁ κυβερνήτης τοῦτό γε.

[540c]

Σωκράτης ἀλλ᾽ ὁποῖα ἄρχοντι κάμνοντος πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ ἰατρός;

Ἴων οὐδὲ τοῦτο.

Σωκράτης ἀλλ᾽ οἷα δούλῳ πρέπει, λέγεις;

Ἴων ναί.

Σωκράτης οἷον βουκόλῳ λέγεις δούλῳ ἃ πρέπει εἰπεῖν ἀγριαινουσῶν βοῶν παραμυθουμένῳ, ὁ ῥαψῳδὸς γνώσεται ἀλλ᾽ οὐχ ὁ βουκόλος;

Ἴων οὐ δῆτα.

Σωκράτης ἀλλ᾽ οἷα γυναικὶ πρέποντά ἐστιν εἰπεῖν ταλασιουργῷ περὶ ἐρίων

[540d]

ἐργασίας;

Ἴων οὔ.

Σωκράτης ἀλλ᾽ οἷα ἀνδρὶ πρέπει εἰπεῖν γνώσεται στρατηγῷ στρατιώταις παραινοῦντι;

Ἴων ναί, τὰ τοιαῦτα γνώσεται ὁ ῥαψῳδός.

Σωκράτης τί δέ; ἡ ῥαψῳδικὴ τέχνη στρατηγική ἐστιν;

Ἴων Γνοίην γοῦν ἂν ἔγωγε οἷα στρατηγὸν πρέπει εἰπεῖν.

Σωκράτης ἴσως γὰρ εἶ καὶ στρατηγικός, ὦ Ἴων. καὶ γὰρ εἰ ἐτύγχανες ἱππικὸς ὢν ἅμα καὶ κιθαριστικός, ἔγνως ἂν ἵππους

[540e]

εὖ καὶ κακῶς ἱππαζομένους· ἀλλ᾽ εἴ σ᾽ ἐγὼ ἠρόμην· ‘ποτέρᾳ δὴ τέχνῃ, ὦ Ἴων, γιγνώσκεις τοὺς εὖ ἱππαζομένους ἵππους; ᾗ ἱππεὺς εἶ ἢ ᾗ κιθαριστής;’ τί ἄν μοι ἀπεκρίνω;

Ἴων ᾗ ἱππεύς, ἔγωγ᾽ ἄν.

Σωκράτης οὐκοῦν εἰ καὶ τοὺς εὖ κιθαρίζοντας διεγίγνωσκες, ὡμολόγεις ἄν, ᾗ κιθαριστὴς εἶ, ταύτῃ διαγιγνώσκειν, ἀλλ᾽ οὐχ ᾗ ἱππεύς.

Ἴων ναί.

Σωκράτης ἐπειδὴ δὲ τὰ στρατιωτικὰ γιγνώσκεις, πότερον ᾗ στρατηγικὸς εἶ γιγνώσκεις ἢ ᾗ ῥαψῳδὸς ἀγαθός;

Ἴων οὐδὲν ἔμοιγε δοκεῖ διαφέρειν.

[541a]

Σωκράτης πῶς; οὐδὲν λέγεις διαφέρειν; μίαν λέγεις τέχνην εἶναι τὴν ῥαψῳδικὴν καὶ τὴν στρατηγικὴν ἢ δύο;

Ἴων μία ἔμοιγε δοκεῖ.

Σωκράτης ὅστις ἄρα ἀγαθὸς ῥαψῳδός ἐστιν, οὗτος καὶ ἀγαθὸς στρατηγὸς τυγχάνει ὤν;

Ἴων μάλιστα, ὦ Σώκρατες.

Σωκράτης οὐκοῦν καὶ ὅστις ἀγαθὸς στρατηγὸς τυγχάνει ὤν, ἀγαθὸς καὶ ῥαψῳδός ἐστιν.

Ἴων οὐκ αὖ μοι δοκεῖ τοῦτο.

Σωκράτης ἀλλ᾽ ἐκεῖνο μὴν δοκεῖ σοι, ὅστις γε ἀγαθὸς

[541b]

ῥαψῳδός, καὶ στρατηγὸς ἀγαθὸς εἶναι;

Ἴων πάνυ γε.

Σωκράτης οὐκοῦν σὺ τῶν Ἑλλήνων ἄριστος ῥαψῳδὸς εἶ;

Ἴων πολύ γε, ὦ Σώκρατες.

Σωκράτης ἦ καὶ στρατηγός, ὦ Ἴων, τῶν Ἑλλήνων ἄριστος εἶ;

Ἴων εὖ ἴσθι, ὦ Σώκρατες· καὶ ταῦτά γε ἐκ τῶν Ὁμήρου μαθών.

Σωκράτης τί δή ποτ᾽ οὖν πρὸς τῶν θεῶν, ὦ Ἴων, ἀμφότερα ἄριστος ὢν τῶν Ἑλλήνων, καὶ στρατηγὸς καὶ ῥαψῳδός, ῥαψῳδεῖς μὲν περιιὼν τοῖς Ἕλλησι, στρατηγεῖς δ᾽ οὔ; ἢ

[541c]

ῥαψῳδοῦ μὲν δοκεῖ σοι χρυσῷ στεφάνῳ ἐστεφανωμένου πολλὴ χρεία εἶναι τοῖς Ἕλλησι, στρατηγοῦ δὲ οὐδεμία;

Ἴων ἡ μὲν γὰρ ἡμετέρα, ὦ Σώκρατες, πόλις ἄρχεται ὑπὸ ὑμῶν καὶ στρατηγεῖται καὶ οὐδὲν δεῖται στρατηγοῦ, ἡ δὲ ὑμετέρα καὶ ἡ Λακεδαιμονίων οὐκ ἄν με ἕλοιτο στρατηγόν· αὐτοὶ γὰρ οἴεσθε ἱκανοὶ εἶναι.

Σωκράτης ὦ βέλτιστε Ἴων, Ἀπολλόδωρον οὐ γιγνώσκεις τὸν Κυζικηνόν;

Ἴων ποῖον τοῦτον;

Σωκράτης ὃν Ἀθηναῖοι πολλάκις ἑαυτῶν στρατηγὸν ᾕρηνται

[541d]

ξένον ὄντα· καὶ Φανοσθένη τὸν Ἄνδριον καὶ Ἡρακλείδην τὸν Κλαζομένιον, οὓς ἥδε ἡ πόλις ξένους ὄντας, ἐνδειξαμένους ὅτι ἄξιοι λόγου εἰσί, καὶ εἰς στρατηγίας καὶ εἰς τὰς ἄλλας ἀρχὰς ἄγει· Ἴωνα δ᾽ ἄρα τὸν Ἐφέσιον οὐχ αἱρήσεται στρατηγὸν καὶ τιμήσει, ἐὰν δοκῇ ἄξιος λόγου εἶναι; τί δέ; οὐκ Ἀθηναῖοι μέν ἐστε οἱ Ἐφέσιοι τὸ ἀρχαῖον, καὶ ἡ Ἔφεσος

[541e]

οὐδεμιᾶς ἐλάττων πόλεως; ἀλλὰ γὰρ σύ, ὦ Ἴων, εἰ μὲν ἀληθῆ λέγεις ὡς τέχνῃ καὶ ἐπιστήμῃ οἷός τε εἶ Ὅμηρον ἐπαινεῖν, ἀδικεῖς, ὅστις ἐμοὶ ὑποσχόμενος ὡς πολλὰ καὶ καλὰ περὶ Ὁμήρου ἐπίστασαι καὶ φάσκων ἐπιδείξειν, ἐξαπατᾷς με καὶ πολλοῦ δεῖς ἐπιδεῖξαι, ὅς γε οὐδὲ ἅττα ἐστὶ ταῦτα περὶ ὧν δεινὸς εἶ ἐθέλεις εἰπεῖν, πάλαι ἐμοῦ λιπαροῦντος, ἀλλὰ ἀτεχνῶς ὥσπερ ὁ Πρωτεὺς παντοδαπὸς γίγνῃ στρεφόμενος ἄνω καὶ κάτω, ἕως τελευτῶν διαφυγών με στρατηγὸς ἀνεφάνης,

[542a]

ἵνα μὴ ἐπιδείξῃς ὡς δεινὸς εἶ τὴν περὶ Ὁμήρου σοφίαν. εἰ μὲν οὖν τεχνικὸς ὤν, ὅπερ νυνδὴ ἔλεγον, περὶ Ὁμήρου ὑποσχόμενος ἐπιδείξειν ἐξαπατᾷς με, ἄδικος εἶ· εἰ δὲ μὴ τεχνικὸς εἶ, ἀλλὰ θείᾳ μοίρᾳ κατεχόμενος ἐξ Ὁμήρου μηδὲν εἰδὼς πολλὰ καὶ καλὰ λέγεις περὶ τοῦ ποιητοῦ, ὥσπερ ἐγὼ εἶπον περὶ σοῦ, οὐδὲν ἀδικεῖς. ἑλοῦ οὖν πότερα βούλει νομίζεσθαι ὑπὸ ἡμῶν ἄδικος ἀνὴρ εἶναι ἢ θεῖος.

[542b]

Ἴων πολὺ διαφέρει, ὦ Σώκρατες· πολὺ γὰρ κάλλιον τὸ θεῖον νομίζεσθαι.

Σωκράτης τοῦτο τοίνυν τὸ κάλλιον ὑπάρχει σοι παρ᾽ ἡμῖν, ὦ Ἴων, θεῖον εἶναι καὶ μὴ τεχνικὸν περὶ Ὁμήρου ἐπαινέτην.

[530a] Socrates: Greetings, Ion. From where have you come to visit us now? From your home, Ephesus?

Ion: No, Socrates. But from Epidaurus, from the festival of Asclepius.

Socrates: And do the Epidaurians hold contests of rhapsodes for the God?

Ion: Oh yes, and of other arts.

Socrates: What then? Tell us, what did you compete in? And how did you do?

[530b] Ion: I won the first-place prize, Socrates.

Socrates: You speak well; let us see to it that we win at the Panathenaic festival too.

Ion: This will happen, if god wills it.

Socrates: I often envied the art of the rhapsodes, Ion; for it is fitting for you, given your art, to have your bodies adorned and to appear as fine as possible, and it is necessary for you to spend time with many other good poets, especially Homer, the greatest and most divine of the poets. Memorising not only his verses, [530c] but his actual meaning, is a thing to be envied. And no one could ever become a good rhapsode if they do not understand what was being said by the poet. For it is necessary for the rhapsode to become an interpreter of the meaning of the poet, for those listening. But to do this well is impossible without having understood what the poet is saying. All these things are worthy of being envied.

Ion: You speak the truth, Socrates. For me, at least, this has given the greatest toil of my art, and I believe that I speak about Homer better than other men. Neither Metrodorus [530d] of Lampsacus, nor Stesimbrotos of Thasos, nor Glaucon, nor anyone else who has ever existed, was able to say so many fine thoughts about Homer as I.

Socrates: You speak well, Ion. For it is clear that you are not unwilling to demonstrate them to me.

Ion: For it is worth hearing how well I have adorned Homer, Socrates. I think I deserve to be crowned with a golden crown by the Homeridae.

Socrates: I shall find the time to listen [531a] to you later, but now tell me whether you are skilled only regarding Homer, or Hesiod and Archilochus too?

Ion: Only regarding Homer. For he seems adequate to me.

Socrates: Is there anything about which Homer and Hesiod say the same things?

Ion: I certainly think there are many.

Socrates: And would you be able to explain better the things which Homer says or which Hesiod says?

Ion: Equally both of them, [531b] Socrates, when they say the same things.

Socrates: But what about the matters where they do not say the same things? For example, about the art of divination, which both Homer and Hesiod have something to say.

Ion: Very true.

Socrates: And would you, or one of the good prophets, be better at explaining when these poets say things regarding divination that they both agree and disagree about?

Ion: One of the prophets.

Socrates: And if you were a prophet, and could explain what the two poets say when they agree, would you not know how to explain what they say when they disagree?

Ion: Obviously.

[531c] Socrates: So how is it that you are skilled only in Homer, and not Hesiod or any of the other poets? Or does Homer discuss different themes from all the other poets? Has he not discussed many things about war; and the conversations of people towards one another – good people, bad people, unskilled people and skilled people; and of the gods conversing with one another and with humans, how they interact; and of what happens in heaven and in the underworld; and the origins of gods [531d] and heroes? Are these not the things that Homer has written poetry about?

Ion: You speak the truth, Socrates.

Socrates: And what about the other poets? Do they not write poetry about the same things?

Ion: Yes, Socrates, but they have not written their poetry in the same way as Homer.

Socrates: In what sense? In a worse way?

Ion: By far, yes.

Socrates: And Homer has written in a better way?

Ion: Certainly better, by Zeus!

Socrates: And yet surely, dear friend Ion, when someone speaks better than other people on the subject of arithmetic, someone else will recognise [531e] that they are speaking well?

Ion: I agree.

Socrates: And will that person be the same person who knows when people speak poorly, or will that be someone else?

Ion: It will be the same person.

Socrates: And this will be the person who is an arithmetician?

Ion: Yes.

Socrates: When many people are talking about which foods are healthy, and someone speaks best, is it one person who notices that the best speaker speaks best, and another person who notices that the worse speaker speaks worse, or is it the same person?

Ion: Clearly it is the same person.

Socrates: Who is this person? What name do they have?

Ion: A doctor.

Socrates: Therefore, to sum up, we say that when many people are speaking about the same things, it is the same person who always notices when [532a] someone is speaking well and when someone is speaking badly. For if they do not notice when someone is speaking poorly, it is clear that they will not notice when someone is speaking well about the same topic.

Ion: Certainly.

Socrates: Therefore, is the same person skilled in both?

Ion: Yes.

Socrates: Therefore you say that Homer and all the other poets, which include Hesiod and Archilochus, speak about the same things but not in the same way, but that while one of them speaks well, the others speak worse?

Ion: Yes, and I am correct in saying so.

Socrates: Therefore, if indeed you know that someone is speaking well, [532b] then you would know that those speaking in an inferior manner do speak worse.

Ion: It seems so, certainly.

Socrates: Therefore, most excellent friend, we will not go wrong in saying that Ion is equally skilled in Homer and the other poets, since he himself says that the same person will be an equal judge of all those who speak about the same things, and that nearly all the poets deal with the same things.

Ion: What therefore is the reason, Socrates, that I, when someone discusses another poet, do not offer up [532c] anything to say and am wholly unable to throw together something of like value, and I simply doze off, but when someone mentions Homer, immediately I wake up and offer up an insight, and have plenty to say?

Socrates: This is not difficult to infer, friend, but it is clear to everyone that you are unable to speak about Homer with any art or knowledge; for if you could do it with skill, then you would be able to speak about all of the other poets; for poetry is a whole, is it not?

Ion: Yes.

[532d] Socrates: Therefore, when someone picks up any other art in its entirety, will there be the same method of inquiry for all of the arts? Do you need to hear me explain why I say this, Ion?

Ion: Yes, indeed, by Zeus, Socrates. I rejoice listening to you wise men.

Socrates: How I wish you were correct, Ion; but you rhapsodes and actors, and those people whose poems you sing, are the wise ones. I do nothing but speak the truth [532e] as a common citizen would. But even that which I just asked you: consider how trivial and commonplace what I have just said is, and how it is something that every man knows; that the method of enquiry is the same whenever someone picks up an art in its entirety. Let us take an example – is the art of being able to paint a whole?

Ion: Yes.

Socrates: And are there not many painters who exist now, as well as many painters who have existed in the past, who are good and bad?

Ion: Of course.

Socrates: Have you ever seen someone who was skilful in pointing out the brilliances and flaws of the art of Polygnotus, son of Aglaophon, but when it came to other painters, [533a] could not? And whenever someone shows off the works of other painters, they doze off, are at a loss and draw a complete blank, but when they want to give their opinion about Polygnotus or any other painter, and about that painter only, they wake up and offer an insight and have plenty to say?

Ion: No, by Zeus, definitely not.

Socrates: Or have you ever seen anyone who was involved with the art of sculpture, who is skilful [533b] in explaining the brilliances of the sculpture of Daedalus son of Metion, or of Epeius son of Panopeus, or of Theodorus the Samian, or of any other individual sculptor, but when it comes to the works of other sculptors they are at a loss and doze off, having nothing to say?

Ion: No, by Zeus, I have never seen such a person.

Socrates: And as I reckon, you have never seen any man involved with flute-playing or lyre-playing or singing to the lyre or rhapsody who is skilled in discussing Olympus, or Thamyris, or [533c] Orpheus, Phemius the rhapsode of Ithaca, but are at a loss and have nothing to say when it comes to the strengths and flaws of Ion of Ephesus’ ability to rhapsode.

Ion: I have nothing to dispute with you on this matter, Socrates; but I am conscious of this fact in myself, that I speak the best out of all people when it comes to Homer, and I prosper when doing so, and everyone else even tells me that I speak well. But I do not speak so well when it comes to other poets. Tell me why this is so.

Socrates: I see, Ion, and I will point out to you [533d] what I reckon the reason is. For it is not skill through which you speak well regarding Homer, but as I was just saying, a godlike power which moves you, just as in the stone which Euripides called a magnet, but which many others call the Heraclean stone. For this stone not only attracts iron rings, but also imparts a power to those rings whereby they too can attract things just like the stone, and [533e] attract other rings, so that a very long chain of iron rings, suspended from one another, hangs; and the power of that stone is suspended in all those chains. Just as this, the Muse herself inspires men, and through these inspired men a chain of other inspired men is suspended. For all the good poets of epic poems sing all these poems not through their skill but being inspired and possessed. And the same thing happens to the good poets of lyric poems, too. And just as those Corybantic worshippers [534a] who dance and are not in their right minds, so too are the lyric poets not in their right minds as they make these beautiful songs. But when they step into the melody and into the rhythm, they are in a Bacchic frenzy and are possessed, just like the Bacchic maidens who draw out honey and milk from the rivers all while they are possessed and they are not in their right minds. And the soul of the lyric poets does this very thing, which is exactly what they themselves say. For, as I am sure you know, the poets tell us that [534b] they bring us songs from the honeyed fountains, plucking them from certain gardens of the Muses, just as if they were bees, and they fly around just like this. And they speak the truth. For the poet is a light thing, and winged, and holy. And they are not able to compose poems before they become inspired and out of their mind, and their mind is no longer in them. And for as long as they keep their mind, no person is capable of composing poetry or utter oracles. In seeing that it is not through skill that they compose poetry and say many fine things about [534c] the deeds of men, just like you with Homer, it is through divine dispensation; each person is only able to compose good poetry about that which the Muse has forced upon them; one person will compose dithyrambs, another hymns of praise, another choral dance songs, another epic and another iambic verses; but each of them is no good with the other types of song. For they do not sing these songs through skill but through divine intervention, since if they knew how to sing well about one thing through skill, then they would know how to do the same about everything else; and because of these things, God takes away these men’s minds to use them as servants and [534d] as oracle singers and heavenly prophets, in order that we, who listen, know that these men, whose minds are gone, are not saying these utterances of such great worth, but that it is god himself chanting these things and through them he utters out unto us. Tynnichus of Chalcis is the strongest evidence for what I am saying. He never composed a poem which anyone would deem worthy to even mention, but then he wrote a paean which everyone sings, and is pretty much the best of all the songs, but he himself says [534e] “it is a discovery of the Muses”. In this case in particular, God seems to have shown, in order that we might not have any doubts, that these beautiful poems are not human creations made by humans, but are divine creations made by gods. And the poets are nothing other than interpreters of the gods, each of them possessed by whichever god has possessed them. And God shows us these things by purposefully singing [535a] through the worst poet. Do I not seem to be telling the truth, Ion?

Ion: Yes, by Zeus, you do. For somehow your words touch my soul, Socrates, and the good poets seem to me to interpret these things to us through divine intervention.

Socrates: And so you rhapsodes in turn interpret the works of the poets?

Ion: What you are saying is correct.

Socrates: And so you turn out to be the interpreters of the interpreters?

Ion: Absolutely.

[535b] Socrates: Now hold on, tell me this one thing, Ion, and do not hold back anything that I ask you; whenever you recite poems well, and you astound those in the audience, such as when you sing about Odysseus leaping up onto the threshold, revealing himself to the suitors and pouring out arrows at his feet, or when you sing about Achilles charging at Hector, or about one of the sorrows of Andromache, Hecuba or Priam, are you in your right mind in these moments? [535c] Are you not out of your senses? Does your soul, being in a state of divine inspiration, not think that it is really there at the events of which you talk, whether these events are taking place in Ithaca or Troy or wherever it may be that you are singing about?

Ion: What an unmistakable proof you have outlined, Socrates. For I shall speak to you without hiding anything. Whenever I speak of something sorrowful, my eyes fill with tears; and whenever I speak of anything frightening or terrible, my hairs stand on end with fright and my heart throbs.

[535d] Socrates: What then? Are we to say, Ion, that this man is in his right mind at that time, who, adorned in embroidered clothing and golden garlands, weeps at sacrifices and festivals having lost none of these things, or is afraid while standing among more than twenty thousand friendly people, with no one robbing him or wronging him?

Ion: No, by Zeus, certainly not, Socrates; he is not in his right mind, if the truth be told.

Socrates: And do you know that you do the very same things to many of those in your audience?

[535e] Ion: I know this only too well; for I always look down on them from my platform and see them weeping and staring in terror and being as astounded as I am at what is being said. I have to pay close attention to them; if I cause them to weep, I shall laugh while taking their money; if I cause them to laugh, I shall weep as I lose it.

Socrates: Do you know that the spectator is the final one of the rings, which I said take their power through one another from the Heraclean stone? And you, [536a] the rhapsode and actor, are the middle one, and the poet is the first; but through all these the god draws the power of people to wherever he wants, suspending the power from one another. And just like from that stone, there hangs down an enormously long chain of chorus-dancers and of dance-trainers, with each of them suspended from the side of the rings, which hang from the Muse. And while one of the poets hangs from the Muse, another hangs from another – we call this being possessed, [536b] which is nearly the same thing; for they are held – and from these first rings, which are the poets, others in turn hang from one another, and they are inspired, some by Orpheus, some by Musaeus; but many are possessed and held by Homer. Of whom, Ion, you are one, and you are possessed by Homer, and when someone sings the work of another poet, you fall asleep and are at a loss as to what they say, but whenever someone makes the sound of the song of Homer, you are immediately wide awake and your soul dances and you prosper in what [536c] you have to say; for not through skill or knowledge do you say what you say about Homer, but through divine dispensation and through possession, just like the Corybantic worshippers are keenly attuned only to that melody which belongs to the god by whom they are possessed, and for that melody they have plenty of gestures and words, while not giving any thought to others; in the same way, Ion, whenever someone mentions Homer you have plenty to say, but when someone mentions one of the other poets, you are at a loss at what to say; [536d] and the cause of this, which you ask me – why you have plenty to say about Homer, but not about the other poets – is that you are a formidable praiser of Homer not through skill but through divine dispensation.

Ion: You speak well, Socrates; however, I would be amazed if you could speak well enough to persuade me that I am possessed and mad when I praise Homer. I doubt you would think so either, if you heard me speaking about Homer.

Socrates: I would very much like to hear you, but not before [536e] you answer me this: out of the things Homer talks about, what exactly do you speak well about? For surely it is not absolutely everything.

Ion: I assure you, Socrates, there is nothing I do not speak well about.

Socrates: But surely you do not mean those things which Homer speaks of, but you happen to know nothing about.

Ion: And what are these things that Homer talks about which I do not know?

[537a] Socrates: Does Homer not speak about arts in many places and at great lengths? For example, about chariot-driving – If only I can remember the verses, I will repeat them.

Ion: I remember them, and I will say them.

Socrates: Tell me what Nestor says to his son Antilochus, where he advises him to watch out for the bend in the chariot race dedicated to Patroclus.

Ion: He says

“Lean yourself into the polished chariot [537b] gently to the left of the two horses; but goad the right-hand horse by shouting at it, and slacken its reins with your hands. And at the turning post let the left-hand horse come near, so that the hub of the well-made wheel seems to touch the tip of the post; but avoid grazing the stone.”

Socrates: That will do. Now as for these verses, who would be a better judge of what Homer says correctly and what he does not? The doctor or the charioteer?

Ion: The charioteer, obviously.

Socrates: Is that because they possess the appropriate skill, or is there another reason?

Ion: No, it is because they possess the appropriate skill.

[537c] Socrates: Therefore, has each art been assigned its own particular task by the god, so that it is able to judge it? For the things we know by the art of helmsmanship, we will not know through medicine.

Ion: Certainly not.

Socrates: And the things we know through the art of medicine, we will not know through the art of carpentry.

[537d] Ion: Certainly not.

Socrates: Therefore is this not the case with all the arts: That what we know through one art, we will not know through another? But before that, answer me this: Do you agree that one art is one sort of thing, and that another is another sort of thing?

Ion: Yes.

Socrates: Do you use the same method of judging as I do? Whenever there is one field of knowledge for a certain set of things, and a second field for different things, I call them two [537e] separate arts.

Ion: Yes.

Socrates: For if there were one field of knowledge of the same things, why would we say that one is one art and another is another, since it would be possible to know the same things from both? Just as I know that there are 5 fingers here, and you, just like me, know the same things; and if I were to ask you whether you and I know this by the same art of arithmetic, or by another one, you would surely say that it is through the same one.

Ion: Yes.

[538a] Socrates: Tell me then, that which I was intending to just now ask you: do you think this holds true for all the arts? That is, the same art requires us to know the same things, but a different art requires us to know different things.

Ion: That is what I think, Socrates.

Socrates: Therefore, someone who does not possess any given art will not be able to judge about what is said or done in relation to that particular art?

[538b] Ion: You speak the truth.

Socrates: Therefore, will you be a better judge than a charioteer regarding whether Homer speaks well or not in the lines you just recited?

Ion: The charioteer will be better.

Socrates: Because you are a rhymer and not a charioteer.

Ion: Yes.

Socrates: And is the art of the rhapsode different to that of the charioteer?

Ion: Yes.

Socrates: And if it is a different art, then there is a different field of knowledge about different matters?

Ion: Yes.

[538c] Socrates: And what about when Homer says that Hecamede, the concubine of Nestor, gives the wounded Machaon a mixed brew to drink; and he says:

“over Pramnian wine, she was grating goat’s cheese with a bronze grater; and beside it an onion as a relish to go with the drink.”

Now, which is in a better state to determine whether Homer speaks accurately or not here? The art of medicine or of rhapsody?

Ion: The art of medicine.

[538d] Socrates: And when Homer says,

“She descended into the depth like a lump of lead on a fishing line, which comes rushing with force along the horn of a farmyard ox, ferrying destruction to the ravenous fish.”

Shall we say that these things are a better fit for the art of the fisherman to judge, whether or not Homer speaks accurately, or the art of the rhapsode?

Ion: Clearly, Socrates, the art of the fisherman.

[538e] Socrates: Now consider, since you are asking me, if you were to ask me, “Since then, Socrates, you find in Homer what is fitting for each of these arts to judge, come find for me also the passages of the seer and of divination. What sort of lines is the seer fittingly capable of judging, to tell if they are well or badly written?” And see how easily and truthfully I will respond to you. For there are many such moments, especially in the Odyssey, when Theoclymenus, the seer of the sons of Melampus, addresses the suitors:

[539a] “You men possessed! What evil are you suffering? At night, your heads and faces and limbs are covered below, and a loud wailing blazes up, and your cheeks are wet with tears; the porch is full of ghosts, and the courtyard is also full of these ghosts rushing towards Erebus beneath the darkness; and the sun [539b] has perished out of the heavens, and an evil mist has spread across.”

And there are many such moments in the Iliad, too, for example at the fighting at the wall, where he says the following,

“A bird-omen came upon them as they were eager to cross over; a high-flying eagle hemming in the people on the left-hand side, [539c] carrying in its talons a monstrous, gory serpent, still alive and writhing; nor had it yet forgotten its lust for battle. For coiling back, the serpent struck the eagle holding it right on the breast near the neck; and suffering in pain, the eagle threw it away to the ground and dropped it into the middle of the crowd; [539d] and the eagle, having shrieked out, flew away on the blasts of the wind.”

I maintain that these are the sorts of passages that the seer should examine and judge.

Ion: And you are correct in saying so, Socrates.

Socrates: And you are also correct, Ion. Now come on, just as I picked out passages from the Odyssey and the Iliad which concern the seer and the doctor and [539e] and the fisherman, pick out for me, since you are more skilled than I in the works of Homer, passages which concern the rhapsode, and the art of rhapsody – passages which the rhapsode should be better than other men at examining and picking apart.

Ion: I say, Socrates, that all of them do.

Socrates: Surely you do not mean all of them, Ion. Or are you so forgetful? It would hardly be right for a rhapsode to be forgetful.

[540a] Ion: What am I forgetting?

Socrates: Do you not remember that you claimed that the art of rhapsody is different to the art of being a charioteer?

Ion: I remember.

Socrates: And did you not agree that since it is a different art, it knows different things?

Ion: Yes.

Socrates: So, therefore, by your own account, neither the rhapsode nor the art of rhapsody will know everything.

Ion: Except maybe for things like that, Socrates.

[540b] Socrates: And by ‘things like that’, you mean to say nearly everything except what belongs to other arts; but what sorts of things will the rhapsode know, since he does not know everything?

Ion: I suppose that he will know whatever a man and woman ought to say, and what a slave and a freedman ought to say, and also whatever a subject and a ruler ought to say, too.

Socrates: So do you mean to say that a rhapsode will know better than a helmsman what someone in charge of a vessel ought to say when a ship is caught in a storm at sea?

Ion: No, the helmsman will know best.

[540c] Socrates: Or will the rhapsode know better than the doctor what someone in charge of a sick person should say?

Ion: No, they will not.

Socrates: But will they know what a slave should say?

Ion: Yes.

Socrates: Suppose the slave is a cowherd. In order to soothe some cattle when they get out of hand, will the rhapsode know how to do that, and not the cowherd?

Ion: Certainly not.

Socrates: But will they know what a wool-working woman ought to say about the [540d] working of wool?

Ion: No.

Socrates: Will they know what a general ought to say when exhorting their soldiers?

Ion: Yes, the rhapsode will know these sorts of things.

Socrates: Well then. Is the art of the rhapsode that of the general?

Ion: I would know, at least, what a general ought to say.

Socrates: Perhaps you are skilled in the art of being a good general, Ion. If you happened to be skilled with horses as well as the lyre, then you would know when horses [540e] were being handled both well and poorly; but if I were to ask you, “With the use of which art, Ion, do you judge when horses are being handled well? Is it through being a horseman, or a lyre-player?”, what would you answer?

Ion: I would reply that it is through being a horseman.

Socrates: And if you judged that people were playing the lyre well, you would agree that you do this through your capacity for playing the lyre, rather than being a horseman.

Ion: Yes.

Socrates: And since you judge military matters, do you do this through virtue of being a general or a good rhapsode?

Ion: It makes no difference as far as I am concerned.

[541a] Socrates: How? Do you mean there is no difference? Are you saying that the art of the rhapsode and the art of the general are one and the same, or are two different things?

Ion: It seems to me that they are one and the same.

Socrates: So does the person who is a good rhapsode also happen to be a good general?

Ion: Very much so, Socrates.

Socrates: So therefore, the person who happens to be a good general is also a good rhapsode.

Ion: No, that is not what I think.

Socrates: But you do think that whoever is a good [541b] rhapsode is also a good general?

Ion: Certainly.

Socrates: And are you the best rhapsode in Greece?

Ion: By far the best, Socrates.

Socrates: And, Ion, are you the best general in Greece?

Ion: Be sure of it, Socrates; and that is from studying the works of Homer.

Socrates: Then how, for Heaven’s sake, is it that you are the best in Greece at being both a general and a rhapsode, but you go around performing as a rhapsode and not as a general? Or [541c] do you think that the Greeks need a rhapsode crowned with a golden crown, but not a general?

Ion: But Socrates, my city is ruled and commanded by your people and in no way needs a general, but your city, and also Sparta, would not choose me as a general; for you think you are perfectly capable yourselves.

Socrates: My good Ion, do you not know about Apollodorus of Cyzicus?

Ion: Who is this?

Socrates: Someone whom the Athenians often chose as their general [541d] despite being a foreigner; and also Phanosthenes of Andros and Heraclides of Clazomenae, whom, despite also being foreigners, the city also promoted to be generals and also other offices, once they had shown themselves to be worth something of merit; and would the city also not choose Ion of Ephesus as general and honour him, if he also shows himself to be worth something of merit? What then? Are you Ephesians not originally Athenians, and is Ephesus [541e] not inferior to any city? But, Ion, if you are telling the truth, that you can praise Homer through art and knowledge, then you are doing me a great wrong. You promised me that you have expert knowledge of the many and fine topics of Homer and claimed that you would recite them, but you are deceiving me, and you are very far from giving me a recital. You are unwilling to tell me what sort these topics even are, which you are so clever at, despite me pressing you all this time. You are exactly like Proteus, and you take on all sorts of forms and twist up and down, and in the end you escape from me, appearing under the new guise of a general, [542a] all to avoid demonstrating how clever you are when it comes to Homer. If you really do possess an art, then, as I was saying, by deceiving me after promising to display your knowledge of Homer, you are doing me a great wrong. But if you possess no art – if instead you are possessed by divine inspiration from Homer, and without actually knowing anything you say all these beautiful things about the poet, just as I said you did – then you do no wrong. Choose, therefore, how you want to be thought of by us: a dishonest man, or a divinely inspired one.

[542b] Ion: There is a great difference, Socrates: it is much better to be thought of as divinely inspired.

Socrates: Then this much better title is yours as far as we are concerned, Ion; you are a divinely inspired praiser of Homer, rather than an artful one.

Σωκράτης τὸν Ἴωνα χαίρειν. πόθεν τὰ νῦν ἡμῖν ἐπιδεδήμηκας; ἢ οἴκοθεν ἐξ Ἐφέσου;

Ἴων οὐδαμῶς, ὦ Σώκρατες, ἀλλ᾽ ἐξ Ἐπιδαύρου ἐκ τῶν Ἀσκληπιείων.

Σωκράτης μῶν καὶ ῥαψῳδῶν ἀγῶνα τιθέασιν τῷ θεῷ οἱ Ἐπιδαύριοι;

Ἴων πάνυ γε, καὶ τῆς ἄλλης γε μουσικῆς.

Σωκράτης τί οὖν; ἠγωνίζου τι ἡμῖν; καὶ πῶς τι ἠγωνίσω;

Socrates: Greetings, Ion. From where have you come to visit us now? From your home, Ephesus?

Ion: No, Socrates. But from Epidaurus, from the festival of Asclepius.

Socrates: And do the Epidaurians hold contests of rhapsodes for the God?

Ion: Oh yes, and of other arts.

Socrates: What then? Tell us, what did you compete in? And how did you do?

Ἴων τὰ πρῶτα τῶν ἄθλων ἠνεγκάμεθα, ὦ Σώκρατες.

Σωκράτης εὖ λέγεις: ἄγε δὴ ὅπως καὶ τὰ Παναθήναια νικήσομεν.

Ἴων ἀλλ᾽ ἔσται ταῦτα, ἐὰν θεὸς ἐθέλῃ.

Σωκράτης καὶ μὴν πολλάκις γε ἐζήλωσα ὑμᾶς τοὺς ῥαψῳδούς, ὦ Ἴων, τῆς τέχνης: τὸ γὰρ ἅμα μὲν τὸ σῶμα κεκοσμῆσθαι ἀεὶ πρέπον ὑμῶν εἶναι τῇ τέχνῃ καὶ ὡς καλλίστοις φαίνεσθαι, ἅμα δὲ ἀναγκαῖον εἶναι ἔν τε ἄλλοις ποιηταῖς διατρίβειν πολλοῖς καὶ ἀγαθοῖς καὶ δὴ καὶ μάλιστα ἐν Ὁμήρῳ, τῷ ἀρίστῳ καὶ θειοτάτῳ τῶν ποιητῶν, καὶ τὴν τούτου διάνοιαν

Ion: I won the first-place prize, Socrates.

Socrates: You speak well; let us see to it that we win at the Panathenaic festival too.

Ion: This will happen, if god wills it.

Socrates: I often envied the art of the rhapsodes, Ion; for it is fitting for you, given your art, to have your bodies adorned and to appear as fine as possible, and it is necessary for you to spend time with many other good poets, especially Homer, the greatest and most divine of the poets. Memorising not only his verses,

ἐκμανθάνειν, μὴ μόνον τὰ ἔπη, ζηλωτόν ἐστιν. οὐ γὰρ ἂν γένοιτό ποτε ἀγαθὸς ῥαψῳδός, εἰ μὴ συνείη τὰ λεγόμενα ὑπὸ τοῦ ποιητοῦ. τὸν γὰρ ῥαψῳδὸν ἑρμηνέα δεῖ τοῦ ποιητοῦ τῆς διανοίας γίγνεσθαι τοῖς ἀκούουσι: τοῦτο δὲ καλῶς ποιεῖν μὴ γιγνώσκοντα ὅτι λέγει ὁ ποιητὴς ἀδύνατον. ταῦτα οὖν πάντα ἄξια ζηλοῦσθαι.

Ἴων ἀληθῆ λέγεις, ὦ Σώκρατες: ἐμοὶ γοῦν τοῦτο πλεῖστον ἔργον παρέσχεν τῆς τέχνης, καὶ οἶμαι κάλλιστα ἀνθρώπων λέγειν περὶ Ὁμήρου, ὡς οὔτε Μητρόδωρος ὁ

but his actual meaning, is a thing to be envied. And no one could ever become a good rhapsode if they do not understand what was being said by the poet. For it is necessary for the rhapsode to become an interpreter of the meaning of the poet, for those listening. But to do this well is impossible without having understood what the poet is saying. All these things are worthy of being envied.

Ion: You speak the truth, Socrates. For me, at least, this has given the greatest toil of my art, and I believe that I speak about Homer better than other men. Neither Metrodorus

Λαμψακηνὸς οὔτε Στησίμβροτος ὁ Θάσιος οὔτε Γλαύκων οὔτε ἄλλος οὐδεὶς τῶν πώποτε γενομένων ἔσχεν εἰπεῖν οὕτω πολλὰς καὶ καλὰς διανοίας περὶ Ὁμήρου ὅσας ἐγώ.

Σωκράτης εὖ λέγεις, ὦ Ἴων: δῆλον γὰρ ὅτι οὐ φθονήσεις μοι ἐπιδεῖξαι.

Ἴων καὶ μὴν ἄξιόν γε ἀκοῦσαι, ὦ Σώκρατες, ὡς εὖ κεκόσμηκα τὸν Ὅμηρον: ὥστε οἶμαι ὑπὸ Ὁμηριδῶν ἄξιος εἶναι χρυσῷ στεφάνῳ στεφανωθῆναι.

Σωκράτης καὶ μὴν ἐγὼ ἔτι ποιήσομαι σχολὴν ἀκροάσασθαί

of Lampsacus, nor Stesimbrotos of Thasos, nor Glaucon, nor anyone else who has ever existed, was able to say so many fine thoughts about Homer as I.

Socrates: You speak well, Ion. For it is clear that you are not unwilling to demonstrate them to me.

Ion: For it is worth hearing how well I have adorned Homer, Socrates. I think I deserve to be crowned with a golden crown by the Homeridae.

Socrates: I shall find the time to listen

σου, νῦν δέ μοι τοσόνδε ἀπόκριναι: πότερον περὶ Ὁμήρου μόνον δεινὸς εἶ ἢ καὶ περὶ Ἡσιόδου καὶ Ἀρχιλόχου;

Ἴων οὐδαμῶς, ἀλλὰ περὶ Ὁμήρου μόνον: ἱκανὸν γάρ μοι δοκεῖ εἶναι.

Σωκράτης ἔστι δὲ περὶ ὅτου Ὅμηρός τε καὶ Ἡσίοδος ταὐτὰ λέγετον;

Ἴων οἶμαι ἔγωγε καὶ πολλά.

Σωκράτης πότερον οὖν περὶ τούτων κάλλιον ἂν ἐξηγήσαιο ἃ Ὅμηρος λέγει ἢ ἃ Ἡσίοδος;

Ἴων ὁμοίως ἂν περί γε τούτων, ὦ

to you later, but now tell me whether you are skilled only regarding Homer, or Hesiod and Archilochus too?

Ion: Only regarding Homer. For he seems adequate to me.

Socrates: Is there anything about which Homer and Hesiod say the same things?

Ion: I certainly think there are many.

Socrates: And would you be able to explain better the things which Homer says or which Hesiod says?

Ion: Equally both of them,

Σώκρατες, περὶ ὧν ταὐτὰ λέγουσιν.

Σωκράτης τί δὲ ὧν πέρι μὴ ταὐτὰ λέγουσιν; οἷον περὶ μαντικῆς λέγει τι Ὅμηρός τε καὶ Ἡσίοδος.

Ἴων πάνυ γε.

Σωκράτης τί οὖν; ὅσα τε ὁμοίως καὶ ὅσα διαφόρως περὶ μαντικῆς λέγετον τὼ ποιητὰ τούτω, πότερον σὺ κάλλιον ἂν ἐξηγήσαιο ἢ τῶν μάντεών τις τῶν ἀγαθῶν;

Ἴων τῶν μάντεων.

Σωκράτης εἰ δὲ σὺ ἦσθα μάντις, οὐκ, εἴπερ περὶ τῶν ὁμοίως λεγομένων οἷός τ᾽ ἦσθα ἐξηγήσασθαι, καὶ περὶ τῶν διαφόρως λεγομένων ἠπίστω ἂν ἐξηγεῖσθαι;

Ἴων δῆλον ὅτι.

Socrates, when they say the same things.

Socrates: But what about the matters where they do not say the same things? For example, about the art of divination, which both Homer and Hesiod have something to say.

Ion: Very true.

Socrates: And would you, or one of the good prophets, be better at explaining when these poets say things regarding divination that they both agree and disagree about?

Ion: One of the prophets.

Socrates: And if you were a prophet, and could explain what the two poets say when they agree, would you not know how to explain what they say when they disagree?

Ion: Obviously.

Σωκράτης τί οὖν ποτε περὶ μὲν Ὁμήρου δεινὸς εἶ, περὶ δὲ Ἡσιόδου οὔ, οὐδὲ τῶν ἄλλων ποιητῶν; ἢ Ὅμηρος περὶ ἄλλων τινῶν λέγει ἢ ὧνπερ σύμπαντες οἱ ἄλλοι ποιηταί; οὐ περὶ πολέμου τε τὰ πολλὰ διελήλυθεν καὶ περὶ ὁμιλιῶν πρὸς ἀλλήλους ἀνθρώπων ἀγαθῶν τε καὶ κακῶν καὶ ἰδιωτῶν καὶ δημιουργῶν, καὶ περὶ θεῶν πρὸς ἀλλήλους καὶ πρὸς ἀνθρώπους ὁμιλούντων, ὡς ὁμιλοῦσι, καὶ περὶ τῶν οὐρανίων παθημάτων καὶ περὶ τῶν ἐν Ἅιδου, καὶ γενέσεις καὶ θεῶν

Socrates: So how is it that you are skilled only in Homer, and not Hesiod or any of the other poets? Or does Homer discuss different themes from all the other poets? Has he not discussed many things about war; and the conversations of people towards one another – good people, bad people, unskilled people and skilled people; and of the gods conversing with one another and with humans, how they interact; and of what happens in heaven and in the underworld; and the origins of gods

καὶ ἡρώων; οὐ ταῦτά ἐστι περὶ ὧν Ὅμηρος τὴν ποίησιν πεποίηκεν;

Ἴων ἀληθῆ λέγεις, ὦ Σώκρατες.

Σωκράτης τί δὲ οἱ ἄλλοι ποιηταί; οὐ περὶ τῶν αὐτῶν τούτων;

Ἴων ναί, ἀλλ᾽, ὦ Σώκρατες, οὐχ ὁμοίως πεποιήκασι καὶ Ὅμηρος.

Σωκράτης τί μήν; κάκιον;

Ἴων πολύ γε.

Σωκράτης Ὅμηρος δὲ ἄμεινον;

Ἴων ἄμεινον μέντοι νὴ Δία.

Σωκράτης οὐκοῦν, ὦ φίλη κεφαλὴ Ἴων, ὅταν περὶ ἀριθμοῦ πολλῶν λεγόντων εἷς τις ἄριστα λέγῃ, γνώσεται δήπου τις

and heroes? Are these not the things that Homer has written poetry about?

Ion: You speak the truth, Socrates.

Socrates: And what about the other poets? Do they not write poetry about the same things?

Ion: Yes, Socrates, but they have not written their poetry in the same way as Homer.

Socrates: In what sense? In a worse way?

Ion: By far, yes.

Socrates: And Homer has written in a better way?

Ion: Certainly better, by Zeus!

Socrates: And yet surely, dear friend Ion, when someone speaks better than other people on the subject of arithmetic, someone else will recognise

τὸν εὖ λέγοντα;

Ἴων φημί.

Σωκράτης πότερον οὖν ὁ αὐτὸς ὅσπερ καὶ τοὺς κακῶς λέγοντας, ἢ ἄλλος;

Ἴων ὁ αὐτὸς δήπου.

Σωκράτης οὐκοῦν ὁ τὴν ἀριθμητικὴν τέχνην ἔχων οὗτός ἐστιν;

Ἴων ναί.

Σωκράτης τί δ᾽; ὅταν πολλῶν λεγόντων περὶ ὑγιεινῶν σιτίων ὁποῖά ἐστιν, εἷς τις ἄριστα λέγῃ, πότερον ἕτερος μέν τις τὸν ἄριστα λέγοντα γνώσεται ὅτι ἄριστα λέγει, ἕτερος δὲ τὸν κάκιον ὅτι κάκιον, ἢ ὁ αὐτός;

Ἴων δῆλον δήπου, ὁ αὐτός.

Σωκράτης τίς οὗτος; τί ὄνομα αὐτῷ;

Ἴων ἰατρός.

Σωκράτης οὐκοῦν ἐν κεφαλαίῳ λέγομεν ὡς ὁ αὐτὸς γνώσεται ἀεί, περὶ τῶν αὐτῶν πολλῶν λεγόντων,

that they are speaking well?

Ion: I agree.

Socrates: And will that person be the same person who knows when people speak poorly, or will that be someone else?

Ion: It will be the same person.

Socrates: And this will be the person who is an arithmetician?

Ion: Yes.

Socrates: When many people are talking about which foods are healthy, and someone speaks best, is it one person who notices that the best speaker speaks best, and another person who notices that the worse speaker speaks worse, or is it the same person?

Ion: Clearly it is the same person.

Socrates: Who is this person? What name do they have?

Ion: A doctor.

Socrates: Therefore, to sum up, we say that when many people are speaking about the same things, it is the same person who always notices when

ὅστις τε εὖ λέγει καὶ ὅστις κακῶς: ἢ εἰ μὴ γνώσεται τὸν κακῶς λέγοντα, δῆλον ὅτι οὐδὲ τὸν εὖ, περί γε τοῦ αὐτοῦ.

Ἴων οὕτως.

Σωκράτης οὐκοῦν ὁ αὐτὸς γίγνεται δεινὸς περὶ ἀμφοτέρων;

Ἴων ναί.

Σωκράτης οὐκοῦν σὺ φῂς καὶ Ὅμηρον καὶ τοὺς ἄλλους ποιητάς, ἐν οἷς καὶ Ἡσίοδος καὶ Ἀρχίλοχός ἐστιν, περί γε τῶν αὐτῶν λέγειν, ἀλλ᾽ οὐχ ὁμοίως, ἀλλὰ τὸν μὲν εὖ γε, τοὺς δὲ χεῖρον;

Ἴων καὶ ἀληθῆ λέγω.

Σωκράτης οὐκοῦν, εἴπερ τὸν εὖ λέγοντα γιγνώσκεις,

someone is speaking well and when someone is speaking badly. For if they do not notice when someone is speaking poorly, it is clear that they will not notice when someone is speaking well about the same topic.

Ion: Certainly.

Socrates: Therefore, is the same person skilled in both?

Ion: Yes.

Socrates: Therefore you say that Homer and all the other poets, which include Hesiod and Archilochus, speak about the same things but not in the same way, but that while one of them speaks well, the others speak worse?

Ion: Yes, and I am correct in saying so.

Socrates: Therefore, if indeed you know that someone is speaking well,

καὶ τοὺς χεῖρον λέγοντας γιγνώσκοις ἂν ὅτι χεῖρον λέγουσιν.

Ἴων ἔοικέν γε.

Σωκράτης οὐκοῦν, ὦ βέλτιστε, ὁμοίως τὸν Ἴωνα λέγοντες περὶ Ὁμήρου τε δεινὸν εἶναι καὶ περὶ τῶν ἄλλων ποιητῶν οὐχ ἁμαρτησόμεθα, ἐπειδή γε αὐτὸς ὁμολογῇ τὸν αὐτὸν ἔσεσθαι κριτὴν ἱκανὸν πάντων ὅσοι ἂν περὶ τῶν αὐτῶν λέγωσι, τοὺς δὲ ποιητὰς σχεδὸν ἅπαντας τὰ αὐτὰ ποιεῖν.

Ἴων τί οὖν ποτε τὸ αἴτιον, ὦ Σώκρατες, ὅτι ἐγώ, ὅταν μέν τις περὶ ἄλλου του ποιητοῦ διαλέγηται, οὔτε προσέχω

then you would know that those speaking in an inferior manner do speak worse.

Ion: It seems so, certainly.

Socrates: Therefore, most excellent friend, we will not go wrong in saying that Ion is equally skilled in Homer and the other poets, since he himself says that the same person will be an equal judge of all those who speak about the same things, and that nearly all the poets deal with the same things.

Ion: What therefore is the reason, Socrates, that I, when someone discusses another poet, do not offer up

τὸν νοῦν ἀδυνατῶ τε καὶ ὁτιοῦν συμβαλέσθαι λόγου ἄξιον, ἀλλ᾽ ἀτεχνῶς νυστάζω, ἐπειδὰν δέ τις περὶ Ὁμήρου μνησθῇ, εὐθύς τε ἐγρήγορα καὶ προσέχω τὸν νοῦν καὶ εὐπορῶ ὅτι λέγω;

Σωκράτης οὐ χαλεπὸν τοῦτό γε εἰκάσαι, ὦ ἑταῖρε, ἀλλὰ παντὶ δῆλον ὅτι τέχνῃ καὶ ἐπιστήμῃ περὶ Ὁμήρου λέγειν ἀδύνατος εἶ· εἰ γὰρ τέχνῃ οἷός τε ἦσθα, καὶ περὶ τῶν ἄλλων ποιητῶν ἁπάντων λέγειν οἷός τ᾽ ἂν ἦσθα· ποιητικὴ γάρ πού ἐστιν τὸ ὅλον. ἢ οὔ;

Ἴων ναί.

anything to say and am wholly unable to throw together something of like value, and I simply doze off, but when someone mentions Homer, immediately I wake up and offer up an insight, and have plenty to say?

Socrates: This is not difficult to infer, friend, but it is clear to everyone that you are unable to speak about Homer with any art or knowledge; for if you could do it with skill, then you would be able to speak about all of the other poets; for poetry is a whole, is it not?

Ion: Yes.

Σωκράτης οὐκοῦν ἐπειδὰν λάβῃ τις καὶ ἄλλην τέχνην ἡντινοῦν ὅλην, ὁ αὐτὸς τρόπος τῆς σκέψεως ἔσται περὶ ἁπασῶν τῶν τεχνῶν; πῶς τοῦτο λέγω, δέῃ τί μου ἀκοῦσαι, ὦ Ἴων;

Ἴων ναὶ μὰ τὸν Δία, ὦ Σώκρατες, ἔγωγε· χαίρω γὰρ ἀκούων ὑμῶν τῶν σοφῶν.

Σωκράτης βουλοίμην ἄν σε ἀληθῆ λέγειν, ὦ Ἴων· ἀλλὰ σοφοὶ μέν πού ἐστε ὑμεῖς οἱ ῥαψῳδοὶ καὶ ὑποκριταὶ καὶ ὧν ὑμεῖς ᾁδετε τὰ ποιήματα, ἐγὼ δὲ οὐδὲν ἄλλο ἢ τἀληθῆ λέγω,

Socrates: Therefore, when someone picks up any other art in its entirety, will there be the same method of inquiry for all of the arts? Do you need to hear me explain why I say this, Ion?

Ion: Yes, indeed, by Zeus, Socrates. I rejoice listening to you wise men.

Socrates: How I wish you were correct, Ion; but you rhapsodes and actors, and those people whose poems you sing, are the wise ones. I do nothing but speak the truth

οἷον εἰκὸς ἰδιώτην ἄνθρωπον. ἐπεὶ καὶ περὶ τούτου οὗ νῦν ἠρόμην σε, θέασαι ὡς φαῦλον καὶ ἰδιωτικόν ἐστι καὶ παντὸς ἀνδρὸς γνῶναι ὃ ἔλεγον, τὴν αὐτὴν εἶναι σκέψιν, ἐπειδάν τις ὅλην τέχνην λάβῃ. λάβωμεν γὰρ τῷ λόγῳ· γραφικὴ γάρ τίς ἐστι τέχνη τὸ ὅλον;

Ἴων ναί.

Σωκράτης οὐκοῦν καὶ γραφῆς πολλοὶ καὶ εἰσὶ καὶ γεγόνασιν ἀγαθοὶ καὶ φαῦλοι;

Ἴων πάνυ γε.

Σωκράτης ἤδη οὖν τινα εἶδες ὅστις περὶ μὲν Πολυγνώτου τοῦ Ἀγλαοφῶντος δεινός ἐστιν ἀποφαίνειν ἃ εὖ τε γράφει καὶ ἃ μή, περὶ δὲ τῶν ἄλλων γραφέων

as a common citizen would. But even that which I just asked you: consider how trivial and commonplace what I have just said is, and how it is something that every man knows; that the method of enquiry is the same whenever someone picks up an art in its entirety. Let us take an example – is the art of being able to paint a whole?

Ion: Yes.

Socrates: And are there not many painters who exist now, as well as many painters who have existed in the past, who are good and bad?

Ion: Of course.

Socrates: Have you ever seen someone who was skilful in pointing out the brilliances and flaws of the art of Polygnotus, son of Aglaophon, but when it came to other painters,

ἀδύνατος; καὶ ἐπειδὰν μέν τις τὰ τῶν ἄλλων ζωγράφων ἔργα ἐπιδεικνύῃ, νυστάζει τε καὶ ἀπορεῖ καὶ οὐκ ἔχει ὅτι συμβάληται, ἐπειδὰν δὲ περὶ Πολυγνώτου ἢ ἄλλου ὅτου βούλει τῶν γραφέων ἑνὸς μόνου δέῃ ἀποφήνασθαι γνώμην, ἐγρήγορέν τε καὶ προσέχει τὸν νοῦν καὶ εὐπορεῖ ὅτι εἴπῃ;

Ἴων οὐ μὰ τὸν Δία, οὐ δῆτα.

Σωκράτης τί δέ; ἐν ἀνδριαντοποιίᾳ ἤδη τιν᾽ εἶδες ὅστις περὶ μὲν Δαιδάλου τοῦ Μητίονος

could not? And whenever someone shows off the works of other painters, they doze off, are at a loss and draw a complete blank, but when they want to give their opinion about Polygnotus or any other painter, and about that painter only, they wake up and offer an insight and have plenty to say?

Ion: No, by Zeus, definitely not.

Socrates: Or have you ever seen anyone who was involved with the art of sculpture, who is skilful

ἢ Ἐπειοῦ τοῦ Πανοπέως ἢ Θεοδώρου τοῦ Σαμίου ἢ ἄλλου τινὸς ἀνδριαντοποιοῦ ἑνὸς πέρι δεινός ἐστιν ἐξηγεῖσθαι ἃ εὖ πεποίηκεν, ἐν δὲ τοῖς τῶν ἄλλων ἀνδριαντοποιῶν ἔργοις ἀπορεῖ τε καὶ νυστάζει, οὐκ ἔχων ὅτι εἴπῃ;

Ἴων οὐ μὰ τὸν Δία, οὐδὲ τοῦτον ἑώρακα.

Σωκράτης ἀλλὰ μήν, ὥς γ᾽ ἐγὼ οἶμαι, οὐδ᾽ ἐν αὐλήσει γε οὐδὲ ἐν κιθαρίσει οὐδὲ ἐν κιθαρῳδίᾳ οὐδὲ ἐν ῥαψῳδίᾳ οὐδεπώποτ᾽ εἶδες ἄνδρα ὅστις περὶ μὲν Ὀλύμπου δεινός ἐστιν ἐξηγεῖσθαι ἢ περὶ Θαμύρου ἢ περὶ

in explaining the brilliances of the sculpture of Daedalus son of Metion, or of Epeius son of Panopeus, or of Theodorus the Samian, or of any other individual sculptor, but when it comes to the works of other sculptors they are at a loss and doze off, having nothing to say?

Ion: No, by Zeus, I have never seen such a person.

Socrates: And as I reckon, you have never seen any man involved with flute-playing or lyre-playing or singing to the lyre or rhapsody who is skilled in discussing Olympus, or Thamyris, or

Ὀρφέως ἢ περὶ Φημίου τοῦ Ἰθακησίου ῥαψῳδοῦ, περὶ δὲ Ἴωνος τοῦ Ἐφεσίου ῥαψῳδοῦ ἀπορεῖ καὶ οὐκ ἔχει συμβαλέσθαι ἅ τε εὖ ῥαψῳδεῖ καὶ ἃ μή.

Ἴων οὐκ ἔχω σοι περὶ τούτου ἀντιλέγειν, ὦ Σώκρατες· ἀλλ᾽ ἐκεῖνο ἐμαυτῷ σύνοιδα, ὅτι περὶ Ὁμήρου κάλλιστ᾽ ἀνθρώπων λέγω καὶ εὐπορῶ καὶ οἱ ἄλλοι πάντες μέ φασιν εὖ λέγειν, περὶ δὲ τῶν ἄλλων οὔ. καίτοι ὅρα τοῦτο τί ἔστιν.

Σωκράτης καὶ ὁρῶ, ὦ Ἴων, καὶ ἔρχομαί γέ σοι ἀποφανούμενος

Orpheus, Phemius the rhapsode of Ithaca, but are at a loss and have nothing to say when it comes to the strengths and flaws of Ion of Ephesus’ ability to rhapsode.

Ion: I have nothing to dispute with you on this matter, Socrates; but I am conscious of this fact in myself, that I speak the best out of all people when it comes to Homer, and I prosper when doing so, and everyone else even tells me that I speak well. But I do not speak so well when it comes to other poets. Tell me why this is so.

Socrates: I see, Ion, and I will point out to you

ὅ μοι δοκεῖ τοῦτο εἶναι. ἔστι γὰρ τοῦτο τέχνη μὲν οὐκ ὂν παρὰ σοὶ περὶ Ὁμήρου εὖ λέγειν, ὃ νυνδὴ ἔλεγον, θεία δὲ δύναμις ἥ σε κινεῖ, ὥσπερ ἐν τῇ λίθῳ ἣν Εὐριπίδης μὲν Μαγνῆτιν ὠνόμασεν, οἱ δὲ πολλοὶ Ἡρακλείαν. καὶ γὰρ αὕτη ἡ λίθος οὐ μόνον αὐτοὺς τοὺς δακτυλίους ἄγει τοὺς σιδηροῦς, ἀλλὰ καὶ δύναμιν ἐντίθησι τοῖς δακτυλίοις ὥστ᾽ αὖ δύνασθαι ταὐτὸν τοῦτο ποιεῖν ὅπερ ἡ λίθος, ἄλλους

what I reckon the reason is. For it is not skill through which you speak well regarding Homer, but as I was just saying, a godlike power which moves you, just as in the stone which Euripides called a magnet, but which many others call the Heraclean stone. For this stone not only attracts iron rings, but also imparts a power to those rings whereby they too can attract things just like the stone, and

ἄγειν δακτυλίους, ὥστ᾽ ἐνίοτε ὁρμαθὸς μακρὸς πάνυ σιδηρίων καὶ δακτυλίων ἐξ ἀλλήλων ἤρτηται· πᾶσι δὲ τούτοις ἐξ ἐκείνης τῆς λίθου ἡ δύναμις ἀνήρτηται. οὕτω δὲ καὶ ἡ Μοῦσα ἐνθέους μὲν ποιεῖ αὐτή, διὰ δὲ τῶν ἐνθέων τούτων ἄλλων ἐνθουσιαζόντων ὁρμαθὸς ἐξαρτᾶται. πάντες γὰρ οἵ τε τῶν ἐπῶν ποιηταὶ οἱ ἀγαθοὶ οὐκ ἐκ τέχνης ἀλλ᾽ ἔνθεοι ὄντες καὶ κατεχόμενοι πάντα ταῦτα τὰ καλὰ λέγουσι ποιήματα, καὶ οἱ μελοποιοὶ οἱ ἀγαθοὶ ὡσαύτως, ὥσπερ οἱ κορυβαντιῶντες

attract other rings, so that a very long chain of iron rings, suspended from one another, hangs; and the power of that stone is suspended in all those chains. Just as this, the Muse herself inspires men, and through these inspired men a chain of other inspired men is suspended. For all the good poets of epic poems sing all these poems not through their skill but being inspired and possessed. And the same thing happens to the good poets of lyric poems, too. And just as those Corybantic worshippers

οὐκ ἔμφρονες ὄντες ὀρχοῦνται, οὕτω καὶ οἱ μελοποιοὶ οὐκ ἔμφρονες ὄντες τὰ καλὰ μέλη ταῦτα ποιοῦσιν, ἀλλ᾽ ἐπειδὰν ἐμβῶσιν εἰς τὴν ἁρμονίαν καὶ εἰς τὸν ῥυθμόν, βακχεύουσι καὶ κατεχόμενοι, ὥσπερ αἱ βάκχαι ἀρύονται ἐκ τῶν ποταμῶν μέλι καὶ γάλα κατεχόμεναι, ἔμφρονες δὲ οὖσαι οὔ, καὶ τῶν μελοποιῶν ἡ ψυχὴ τοῦτο ἐργάζεται, ὅπερ αὐτοὶ λέγουσι. λέγουσι γὰρ δήπουθεν πρὸς ἡμᾶς οἱ ποιηταὶ ὅτι

who dance and are not in their right minds, so too are the lyric poets not in their right minds as they make these beautiful songs. But when they step into the melody and into the rhythm, they are in a Bacchic frenzy and are possessed, just like the Bacchic maidens who draw out honey and milk from the rivers all while they are possessed and they are not in their right minds. And the soul of the lyric poets does this very thing, which is exactly what they themselves say. For, as I am sure you know, the poets tell us that

ἀπὸ κρηνῶν μελιρρύτων ἐκ Μουσῶν κήπων τινῶν καὶ ναπῶν δρεπόμενοι τὰ μέλη ἡμῖν φέρουσιν ὥσπερ αἱ μέλιτται, καὶ αὐτοὶ οὕτω πετόμενοι· καὶ ἀληθῆ λέγουσι. κοῦφον γὰρ χρῆμα ποιητής ἐστιν καὶ πτηνὸν καὶ ἱερόν, καὶ οὐ πρότερον οἷός τε ποιεῖν πρὶν ἂν ἔνθεός τε γένηται καὶ ἔκφρων καὶ ὁ νοῦς μηκέτι ἐν αὐτῷ ἐνῇ· ἕως δ᾽ ἂν τουτὶ ἔχῃ τὸ κτῆμα, ἀδύνατος πᾶς ποιεῖν ἄνθρωπός ἐστιν καὶ χρησμῳδεῖν. ἅτε οὖν οὐ τέχνῃ ποιοῦντες καὶ πολλὰ λέγοντες καὶ καλὰ περὶ

they bring us songs from the honeyed fountains, plucking them from certain gardens of the Muses, just as if they were bees, and they fly around just like this. And they speak the truth. For the poet is a light thing, and winged, and holy. And they are not able to compose poems before they become inspired and out of their mind, and their mind is no longer in them. And for as long as they keep their mind, no person is capable of composing poetry or utter oracles. In seeing that it is not through skill that they compose poetry and say many fine things about

τῶν πραγμάτων, ὥσπερ σὺ περὶ Ὁμήρου, ἀλλὰ θείᾳ μοίρᾳ, τοῦτο μόνον οἷός τε ἕκαστος ποιεῖν καλῶς ἐφ᾽ ὃ ἡ Μοῦσα αὐτὸν ὥρμησεν, ὁ μὲν διθυράμβους, ὁ δὲ ἐγκώμια, ὁ δὲ ὑπορχήματα, ὁ δ᾽ ἔπη, ὁ δ᾽ ἰάμβους· τὰ δ᾽ ἄλλα φαῦλος αὐτῶν ἕκαστός ἐστιν. οὐ γὰρ τέχνῃ ταῦτα λέγουσιν ἀλλὰ θείᾳ δυνάμει, ἐπεί, εἰ περὶ ἑνὸς τέχνῃ καλῶς ἠπίσταντο λέγειν, κἂν περὶ τῶν ἄλλων ἁπάντων· διὰ ταῦτα δὲ ὁ θεὸς ἐξαιρούμενος τούτων τὸν νοῦν τούτοις χρῆται ὑπηρέταις καὶ

the deeds of men, just like you with Homer, it is through divine dispensation; each person is only able to compose good poetry about that which the Muse has forced upon them; one person will compose dithyrambs, another hymns of praise, another choral dance songs, another epic and another iambic verses; but each of them is no good with the other types of song. For they do not sing these songs through skill but through divine intervention, since if they knew how to sing well about one thing through skill, then they would know how to do the same about everything else; and because of these things, God takes away these men’s minds to use them as servants and

τοῖς χρησμῳδοῖς καὶ τοῖς μάντεσι τοῖς θείοις, ἵνα ἡμεῖς οἱ ἀκούοντες εἰδῶμεν ὅτι οὐχ οὗτοί εἰσιν οἱ ταῦτα λέγοντες οὕτω πολλοῦ ἄξια, οἷς νοῦς μὴ πάρεστιν, ἀλλ᾽ ὁ θεὸς αὐτός ἐστιν ὁ λέγων, διὰ τούτων δὲ φθέγγεται πρὸς ἡμᾶς. μέγιστον δὲ τεκμήριον τῷ λόγῳ Τύννιχος ὁ Χαλκιδεύς, ὃς ἄλλο μὲν οὐδὲν πώποτε ἐποίησε ποίημα ὅτου τις ἂν ἀξιώσειεν μνησθῆναι, τὸν δὲ παίωνα ὃν πάντες ᾁδουσι, σχεδόν τι πάντων μελῶν κάλλιστον, ἀτεχνῶς, ὅπερ αὐτὸς λέγει,

as oracle singers and heavenly prophets, in order that we, who listen, know that these men, whose minds are gone, are not saying these utterances of such great worth, but that it is god himself chanting these things and through them he utters out unto us. Tynnichus of Chalcis is the strongest evidence for what I am saying. He never composed a poem which anyone would deem worthy to even mention, but then he wrote a paean which everyone sings, and is pretty much the best of all the songs, but he himself says

‘εὕρημά τι Μοισᾶν.’ ἐν τούτῳ γὰρ δὴ μάλιστά μοι δοκεῖ ὁ θεὸς ἐνδείξασθαι ἡμῖν, ἵνα μὴ διστάζωμεν, ὅτι οὐκ ἀνθρώπινά ἐστιν τὰ καλὰ ταῦτα ποιήματα οὐδὲ ἀνθρώπων, ἀλλὰ θεῖα καὶ θεῶν, οἱ δὲ ποιηταὶ οὐδὲν ἀλλ᾽ ἢ ἑρμηνῆς εἰσιν τῶν θεῶν, κατεχόμενοι ἐξ ὅτου ἂν ἕκαστος κατέχηται. ταῦτα ἐνδεικνύμενος ὁ θεὸς ἐξεπίτηδες διὰ τοῦ φαυλοτάτου

“it is a discovery of the Muses”. In this case in particular, God seems to have shown, in order that we might not have any doubts, that these beautiful poems are not human creations made by humans, but are divine creations made by gods. And the poets are nothing other than interpreters of the gods, each of them possessed by whichever god has possessed them. And God shows us these things by purposefully singing

ποιητοῦ τὸ κάλλιστον μέλος ᾖσεν· ἢ οὐ δοκῶ σοι ἀληθῆ λέγειν, ὦ Ἴων;

Ἴων ναὶ μὰ τὸν Δία, ἔμοιγε· ἅπτει γάρ πώς μου τοῖς λόγοις τῆς ψυχῆς, ὦ Σώκρατες, καί μοι δοκοῦσι θείᾳ μοίρᾳ ἡμῖν παρὰ τῶν θεῶν ταῦτα οἱ ἀγαθοὶ ποιηταὶ ἑρμηνεύειν.

Σωκράτης οὐκοῦν ὑμεῖς αὖ οἱ ῥαψῳδοὶ τὰ τῶν ποιητῶν ἑρμηνεύετε;

Ἴων καὶ τοῦτο ἀληθὲς λέγεις.

Σωκράτης οὐκοῦν ἑρμηνέων ἑρμηνῆς γίγνεσθε;

Ἴων παντάπασί γε.

through the worst poet. Do I not seem to be telling the truth, Ion?

Ion: Yes, by Zeus, you do. For somehow your words touch my soul, Socrates, and the good poets seem to me to interpret these things to us through divine intervention.

Socrates: And so you rhapsodes in turn interpret the works of the poets?

Ion: What you are saying is correct.

Socrates: And so you turn out to be the interpreters of the interpreters?

Ion: Absolutely.

Σωκράτης ἔχε δή μοι τόδε εἰπέ, ὦ Ἴων, καὶ μὴ ἀποκρύψῃ ὅτι ἄν σε ἔρωμαι· ὅταν εὖ εἴπῃς ἔπη καὶ ἐκπλήξῃς μάλιστα τοὺς θεωμένους, ἢ τὸν Ὀδυσσέα ὅταν ἐπὶ τὸν οὐδὸν ἐφαλλόμενον ᾁδῃς, ἐκφανῆ γιγνόμενον τοῖς μνηστῆρσι καὶ ἐκχέοντα τοὺς ὀιστοὺς πρὸ τῶν ποδῶν, ἢ Ἀχιλλέα ἐπὶ τὸν Ἕκτορα ὁρμῶντα, ἢ καὶ τῶν περὶ Ἀνδρομάχην ἐλεινῶν τι ἢ περὶ Ἑκάβην ἢ περὶ Πρίαμον, τότε πότερον ἔμφρων εἶ ἢ ἔξω

Socrates: Now hold on, tell me this one thing, Ion, and do not hold back anything that I ask you; whenever you recite poems well, and you astound those in the audience, such as when you sing about Odysseus leaping up onto the threshold, revealing himself to the suitors and pouring out arrows at his feet, or when you sing about Achilles charging at Hector, or about one of the sorrows of Andromache, Hecuba or Priam, are you in your right mind in these moments?

σαυτοῦ γίγνῃ καὶ παρὰ τοῖς πράγμασιν οἴεταί σου εἶναι ἡ ψυχὴ οἷς λέγεις ἐνθουσιάζουσα, ἢ ἐν Ἰθάκῃ οὖσιν ἢ ἐν Τροίᾳ ἢ ὅπως ἂν καὶ τὰ ἔπη ἔχῃ;

Ἴων ὡς ἐναργές μοι τοῦτο, ὦ Σώκρατες, τὸ τεκμήριον εἶπες· οὐ γάρ σε ἀποκρυψάμενος ἐρῶ. ἐγὼ γὰρ ὅταν ἐλεινόν τι λέγω, δακρύων ἐμπίμπλανταί μου οἱ ὀφθαλμοί· ὅταν τε φοβερὸν ἢ δεινόν, ὀρθαὶ αἱ τρίχες ἵστανται ὑπὸ φόβου καὶ ἡ καρδία πηδᾷ.

Are you not out of your senses? Does your soul, being in a state of divine inspiration, not think that it is really there at the events of which you talk, whether these events are taking place in Ithaca or Troy or wherever it may be that you are singing about?

Ion: What an unmistakable proof you have outlined, Socrates. For I shall speak to you without hiding anything. Whenever I speak of something sorrowful, my eyes fill with tears; and whenever I speak of anything frightening or terrible, my hairs stand on end with fright and my heart throbs.

Σωκράτης τί οὖν; φῶμεν, ὦ Ἴων, ἔμφρονα εἶναι τότε τοῦτον τὸν ἄνθρωπον, ὃς ἂν κεκοσμημένος ἐσθῆτι ποικίλῃ καὶ χρυσοῖσι στεφάνοις κλάῃ τ᾽ ἐν θυσίαις καὶ ἑορταῖς, μηδὲν ἀπολωλεκὼς τούτων, ἢ φοβῆται πλέον ἢ ἐν δισμυρίοις ἀνθρώποις ἑστηκὼς φιλίοις, μηδενὸς ἀποδύοντος μηδὲ ἀδικοῦντος;

Ἴων οὐ μὰ τὸν Δία, οὐ πάνυ, ὦ Σώκρατες, ὥς γε τἀληθὲς εἰρῆσθαι.

Σωκράτης οἶσθα οὖν ὅτι καὶ τῶν θεατῶν τοὺς πολλοὺς ταὐτὰ ταῦτα ὑμεῖς ἐργάζεσθε;

Socrates: What then? Are we to say, Ion, that this man is in his right mind at that time, who, adorned in embroidered clothing and golden garlands, weeps at sacrifices and festivals having lost none of these things, or is afraid while standing among more than twenty thousand friendly people, with no one robbing him or wronging him?

Ion: No, by Zeus, certainly not, Socrates; he is not in his right mind, if the truth be told.

Socrates: And do you know that you do the very same things to many of those in your audience?

Ἴων καὶ μάλα καλῶς οἶδα· καθορῶ γὰρ ἑκάστοτε αὐτοὺς ἄνωθεν ἀπὸ τοῦ βήματος κλάοντάς τε καὶ δεινὸν ἐμβλέποντας καὶ συνθαμβοῦντας τοῖς λεγομένοις. δεῖ γάρ με καὶ σφόδρ᾽ αὐτοῖς τὸν νοῦν προσέχειν· ὡς ἐὰν μὲν κλάοντας αὐτοὺς καθίσω, αὐτὸς γελάσομαι ἀργύριον λαμβάνων, ἐὰν δὲ γελῶντας, αὐτὸς κλαύσομαι ἀργύριον ἀπολλύς.

Σωκράτης οἶσθα οὖν ὅτι οὗτός ἐστιν ὁ θεατὴς τῶν δακτυλίων ὁ ἔσχατος, ὧν ἐγὼ ἔλεγον ὑπὸ τῆς Ἡρακλειώτιδος λίθου ἀπ᾽ ἀλλήλων τὴν δύναμιν λαμβάνειν; ὁ δὲ μέσος σὺ ὁ

Ion: I know this only too well; for I always look down on them from my platform and see them weeping and staring in terror and being as astounded as I am at what is being said. I have to pay close attention to them; if I cause them to weep, I shall laugh while taking their money; if I cause them to laugh, I shall weep as I lose it.

Socrates: Do you know that the spectator is the final one of the rings, which I said take their power through one another from the Heraclean stone? And you,

ῥαψῳδὸς καὶ ὑποκριτής, ὁ δὲ πρῶτος αὐτὸς ὁ ποιητής· ὁ δὲ θεὸς διὰ πάντων τούτων ἕλκει τὴν ψυχὴν ὅποι ἂν βούληται τῶν ἀνθρώπων, ἀνακρεμαννὺς ἐξ ἀλλήλων τὴν δύναμιν. καὶ ὥσπερ ἐκ τῆς λίθου ἐκείνης ὁρμαθὸς πάμπολυς ἐξήρτηται χορευτῶν τε καὶ διδασκάλων καὶ ὑποδιδασκάλων, ἐκ πλαγίου ἐξηρτημένων τῶν τῆς Μούσης ἐκκρεμαμένων δακτυλίων. καὶ ὁ μὲν τῶν ποιητῶν ἐξ ἄλλης Μούσης, ὁ δὲ ἐξ ἄλλης ἐξήρτηται—ὀνομάζομεν δὲ αὐτὸ κατέχεται, τὸ δέ

the rhapsode and actor, are the middle one, and the poet is the first; but through all these the god draws the power of people to wherever he wants, suspending the power from one another. And just like from that stone, there hangs down an enormously long chain of chorus-dancers and of dance-trainers, with each of them suspended from the side of the rings, which hang from the Muse. And while one of the poets hangs from the Muse, another hangs from another – we call this being possessed,

ἐστι παραπλήσιον· ἔχεται γάρ—ἐκ δὲ τούτων τῶν πρώτων δακτυλίων, τῶν ποιητῶν, ἄλλοι ἐξ ἄλλου αὖ ἠρτημένοι εἰσὶ καὶ ἐνθουσιάζουσιν, οἱ μὲν ἐξ Ὀρφέως, οἱ δὲ ἐκ Μουσαίου· οἱ δὲ πολλοὶ ἐξ Ὁμήρου κατέχονταί τε καὶ ἔχονται. ὧν σύ, ὦ Ἴων, εἷς εἶ καὶ κατέχῃ ἐξ Ὁμήρου, καὶ ἐπειδὰν μέν τις ἄλλου του ποιητοῦ ᾁδῃ, καθεύδεις τε καὶ ἀπορεῖς ὅτι λέγῃς, ἐπειδὰν δὲ τούτου τοῦ ποιητοῦ φθέγξηταί τις μέλος, εὐθὺς ἐγρήγορας καὶ ὀρχεῖταί σου ἡ ψυχὴ καὶ εὐπορεῖς ὅτι

which is nearly the same thing; for they are held – and from these first rings, which are the poets, others in turn hang from one another, and they are inspired, some by Orpheus, some by Musaeus; but many are possessed and held by Homer. Of whom, Ion, you are one, and you are possessed by Homer, and when someone sings the work of another poet, you fall asleep and are at a loss as to what they say, but whenever someone makes the sound of the song of Homer, you are immediately wide awake and your soul dances and you prosper in what

λέγῃς· οὐ γὰρ τέχνῃ οὐδ᾽ ἐπιστήμῃ περὶ Ὁμήρου λέγεις ἃ λέγεις, ἀλλὰ θείᾳ μοίρᾳ καὶ κατοκωχῇ, ὥσπερ οἱ κορυβαντιῶντες ἐκείνου μόνου αἰσθάνονται τοῦ μέλους ὀξέως ὃ ἂν ᾖ τοῦ θεοῦ ἐξ ὅτου ἂν κατέχωνται, καὶ εἰς ἐκεῖνο τὸ μέλος καὶ σχημάτων καὶ ῥημάτων εὐποροῦσι, τῶν δὲ ἄλλων οὐ φροντίζουσιν· οὕτω καὶ σύ, ὦ Ἴων, περὶ μὲν Ὁμήρου ὅταν τις μνησθῇ, εὐπορεῖς, περὶ δὲ τῶν ἄλλων ἀπορεῖς·

you have to say; for not through skill or knowledge do you say what you say about Homer, but through divine dispensation and through possession, just like the Corybantic worshippers are keenly attuned only to that melody which belongs to the god by whom they are possessed, and for that melody they have plenty of gestures and words, while not giving any thought to others; in the same way, Ion, whenever someone mentions Homer you have plenty to say, but when someone mentions one of the other poets, you are at a loss at what to say;

τούτου δ᾽ ἐστὶ τὸ αἴτιον, ὅ μ᾽ ἐρωτᾷς, δι᾽ ὅτι σὺ περὶ μὲν Ὁμήρου εὐπορεῖς, περὶ δὲ τῶν ἄλλων οὔ, ὅτι οὐ τέχνῃ ἀλλὰ θείᾳ μοίρᾳ Ὁμήρου δεινὸς εἶ ἐπαινέτης.

Ἴων σὺ μὲν εὖ λέγεις, ὦ Σώκρατες· θαυμάζοιμι μεντἂν εἰ οὕτως εὖ εἴποις, ὥστε με ἀναπεῖσαι ὡς ἐγὼ κατεχόμενος καὶ μαινόμενος Ὅμηρον ἐπαινῶ. οἶμαι δὲ οὐδ᾽ ἂν σοὶ δόξαιμι, εἴ μου ἀκούσαις λέγοντος περὶ Ὁμήρου.

Σωκράτης καὶ μὴν ἐθέλω γε ἀκοῦσαι, οὐ μέντοι πρότερον

and the cause of this, which you ask me – why you have plenty to say about Homer, but not about the other poets – is that you are a formidable praiser of Homer not through skill but through divine dispensation.

Ion: You speak well, Socrates; however, I would be amazed if you could speak well enough to persuade me that I am possessed and mad when I praise Homer. I doubt you would think so either, if you heard me speaking about Homer.

Socrates: I would very much like to hear you, but not before

πρὶν ἄν μοι ἀποκρίνῃ τόδε· ὧν Ὅμηρος λέγει περὶ τίνος εὖ λέγεις; οὐ γὰρ δήπου περὶ ἁπάντων γε.

Ἴων εὖ ἴσθι, ὦ Σώκρατες, περὶ οὐδενὸς ὅτου οὔ.

Σωκράτης οὐ δήπου καὶ περὶ τούτων ὧν σὺ μὲν τυγχάνεις οὐκ εἰδώς, Ὅμηρος δὲ λέγει.

Ἴων καὶ ταῦτα ποῖά ἐστιν ἃ Ὅμηρος μὲν λέγει, ἐγὼ δὲ οὐκ οἶδα;

you answer me this: out of the things Homer talks about, what exactly do you speak well about? For surely it is not absolutely everything.

Ion: I assure you, Socrates, there is nothing I do not speak well about.

Socrates: But surely you do not mean those things which Homer speaks of, but you happen to know nothing about.

Ion: And what are these things that Homer talks about which I do not know?

Σωκράτης οὐ καὶ περὶ τεχνῶν μέντοι λέγει πολλαχοῦ Ὅμηρος καὶ πολλά; οἷον καὶ περὶ ἡνιοχείας—ἐὰν μνησθῶ τὰ ἔπη, ἐγώ σοι φράσω.

Ἴων ἀλλ᾽ ἐγὼ ἐρῶ· ἐγὼ γὰρ μέμνημαι.

Σωκράτης εἰπὲ δή μοι ἃ λέγει Νέστωρ Ἀντιλόχῳ τῷ ὑεῖ, παραινῶν εὐλαβηθῆναι περὶ τὴν καμπὴν ἐν τῇ ἱπποδρομίᾳ τῇ ἐπὶ Πατρόκλῳ.

Ἴων “κλινθῆναι δέ, φησί, καὶ αὐτὸς ἐϋξέστῳ ἐνὶ δίφρῳ

Socrates: Does Homer not speak about arts in many places and at great lengths? For example, about chariot-driving – If only I can remember the verses, I will repeat them.

Ion: I remember them, and I will say them.

Socrates: Tell me what Nestor says to his son Antilochus, where he advises him to watch out for the bend in the chariot race dedicated to Patroclus.

Ion: He says

Ion: “Lean yourself into the polished chariot

ἦκ᾽ ἐπ᾽ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν. ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω, ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι κύκλου ποιητοῖο· λίθου δ᾽ ἀλέασθαι ἐπαυρεῖν.”

Σωκράτης ἀρκεῖ. ταῦτα δή, ὦ Ἴων, τὰ ἔπη εἴτε ὀρθῶς λέγει Ὅμηρος εἴτε μή, πότερος ἂν γνοίη ἄμεινον, ἰατρὸς ἢ ἡνίοχος;

Ἴων Ἡνίοχος δήπου.

Σωκράτης πότερον ὅτι τέχνην ταύτην ἔχει ἢ κατ᾽ ἄλλο τι;

Ἴων οὔκ, ἀλλ᾽ ὅτι τέχνην.

gently to the left of the two horses; but goad the right-hand horse by shouting at it, and slacken its reins with your hands. And at the turning post let the left-hand horse come near, so that the hub of the well-made wheel seems to touch the tip of the post; but avoid grazing the stone.”

Socrates: That will do. Now as for these verses, who would be a better judge of what Homer says correctly and what he does not? The doctor or the charioteer?

Ion: The charioteer, obviously.

Socrates: Is that because they possess the appropriate skill, or is there another reason?

Ion: No, it is because they possess the appropriate skill.

Σωκράτης οὐκοῦν ἑκάστῃ τῶν τεχνῶν ἀποδέδοταί τι ὑπὸ τοῦ θεοῦ ἔργον οἵᾳ τε εἶναι γιγνώσκειν; οὐ γάρ που ἃ κυβερνητικῇ γιγνώσκομεν, γνωσόμεθα καὶ ἰατρικῇ.

Ἴων οὐ δῆτα.

Σωκράτης οὐδέ γε ἃ ἰατρικῇ, ταῦτα καὶ τεκτονικῇ.

Socrates: Therefore, has each art been assigned its own particular task by the god, so that it is able to judge it? For the things we know by the art of helmsmanship, we will not know through medicine.

Ion: Certainly not.

Socrates: And the things we know through the art of medicine, we will not know through the art of carpentry.

Ἴων οὐ δῆτα.

Σωκράτης οὐκοῦν οὕτω καὶ κατὰ πασῶν τῶν τεχνῶν, ἃ τῇ ἑτέρᾳ τέχνῃ γιγνώσκομεν, οὐ γνωσόμεθα τῇ ἑτέρᾳ; τόδε δέ μοι πρότερον τούτου ἀπόκριναι· τὴν μὲν ἑτέραν φῂς εἶναί τινα τέχνην, τὴν δ᾽ ἑτέραν;

Ἴων ναί.

Σωκράτης ἆρα ὥσπερ ἐγὼ τεκμαιρόμενος, ὅταν ἡ μὲν ἑτέρων πραγμάτων ᾖ ἐπιστήμη, ἡ δ᾽ ἑτέρων, οὕτω καλῶ τὴν μὲν ἄλλην, τὴν δὲ ἄλλην

Ion: Certainly not.

Socrates: Therefore is this not the case with all the arts: That what we know through one art, we will not know through another? But before that, answer me this: Do you agree that one art is one sort of thing, and that another is another sort of thing?

Ion: Yes.

Socrates: Do you use the same method of judging as I do? Whenever there is one field of knowledge for a certain set of things, and a second field for different things, I call them two

τέχνην; οὕτω καὶ σύ;

Ἴων ναί.

Σωκράτης εἰ γάρ που τῶν αὐτῶν πραγμάτων ἐπιστήμη εἴη τις, τί ἂν τὴν μὲν ἑτέραν φαῖμεν εἶναι, τὴν δ᾽ ἑτέραν, ὁπότε γε ταὐτὰ εἴη εἰδέναι ἀπ᾽ ἀμφοτέρων; ὥσπερ ἐγώ τε γιγνώσκω ὅτι πέντε εἰσὶν οὗτοι οἱ δάκτυλοι, καὶ σύ, ὥσπερ ἐγώ, περὶ τούτων ταὐτὰ γιγνώσκεις· καὶ εἴ σε ἐγὼ ἐροίμην εἰ τῇ αὐτῇ τέχνῃ γιγνώσκομεν τῇ ἀριθμητικῇ τὰ αὐτὰ ἐγώ τε καὶ σὺ ἢ ἄλλῃ, φαίης ἂν δήπου τῇ αὐτῇ.

Ἴων ναί.

separate arts.

Ion: Yes.

Socrates: For if there were one field of knowledge of the same things, why would we say that one is one art and another is another, since it would be possible to know the same things from both? Just as I know that there are 5 fingers here, and you, just like me, know the same things; and if I were to ask you whether you and I know this by the same art of arithmetic, or by another one, you would surely say that it is through the same one.

Ion: Yes.

Σωκράτης ὃ τοίνυν ἄρτι ἔμελλον ἐρήσεσθαί σε, νυνὶ εἰπέ, εἰ κατὰ πασῶν τῶν τεχνῶν οὕτω σοι δοκεῖ, τῇ μὲν αὐτῇ τέχνῃ τὰ αὐτὰ ἀναγκαῖον εἶναι γιγνώσκειν, τῇ δ᾽ ἑτέρᾳ μὴ τὰ αὐτά, ἀλλ᾽ εἴπερ ἄλλη ἐστίν, ἀναγκαῖον καὶ ἕτερα γιγνώσκειν.

Ἴων οὕτω μοι δοκεῖ, ὦ Σώκρατες.

Σωκράτης οὐκοῦν ὅστις ἂν μὴ ἔχῃ τινὰ τέχνην, ταύτης τῆς τέχνης τὰ λεγόμενα ἢ πραττόμενα καλῶς γιγνώσκειν οὐχ οἷός τ᾽ ἔσται;

Socrates: Tell me then, that which I was intending to just now ask you: do you think this holds true for all the arts? That is, the same art requires us to know the same things, but a different art requires us to know different things.

Ion: That is what I think, Socrates.

Socrates: Therefore, someone who does not possess any given art will not be able to judge about what is said or done in relation to that particular art?

ἀληθῆ λέγεις.

Σωκράτης πότερον οὖν περὶ τῶν ἐπῶν ὧν εἶπες, εἴτε καλῶς λέγει Ὅμηρος εἴτε μή, σὺ κάλλιον γνώσῃ ἢ ἡνίοχος;

Ἴων Ἡνίοχος.

Σωκράτης Ῥαψῳδὸς γάρ που εἶ ἀλλ᾽ οὐχ ἡνίοχος.

Ἴων ναί.

Σωκράτης ἡ δὲ ῥαψῳδικὴ τέχνη ἑτέρα ἐστὶ τῆς ἡνιοχικῆς;

Ἴων ναί.

Σωκράτης εἰ ἄρα ἑτέρα, περὶ ἑτέρων καὶ ἐπιστήμη πραγμάτων ἐστίν.

Ἴων ναί.

Ion: You speak the truth.

Socrates: Therefore, will you be a better judge than a charioteer regarding whether Homer speaks well or not in the lines you just recited?

Ion: The charioteer will be better.

Socrates: Because you are a rhymer and not a charioteer.

Ion: Yes.

Socrates: And is the art of the rhapsode different to that of the charioteer?

Ion: Yes.

Socrates: And if it is a different art, then there is a different field of knowledge about different matters?

Ion: Yes.

Σωκράτης τί δὲ δὴ ὅταν Ὅμηρος λέγῃ ὡς τετρωμένῳ τῷ Μαχάονι Ἑκαμήδη ἡ Νέστορος παλλακὴ κυκεῶνα πίνειν δίδωσι; καὶ λέγει πως οὕτως — “οἴνῳ πραμνείῳ, φησίν, ἐπὶ δ᾽ αἴγειον κνῆ τυρὸν κνήστι χαλκείῃ· παρὰ δὲ κρόμυον ποτῷ ὄψον·” ταῦτα εἴτε ὀρθῶς λέγει Ὅμηρος εἴτε μή, πότερον ἰατρικῆς ἐστι διαγνῶναι καλῶς ἢ ῥαψῳδικῆς;

Ἴων Ἰατρικῆς.

Socrates: And what about when Homer says that Hecamede, the concubine of Nestor, gives the wounded Machaon a mixed brew to drink; and he says:

Socrates: “over Pramnian wine, she was grating goat’s cheese with a bronze grater; and beside it an onion as a relish to go with the drink.”

Socrates: Now, which is in a better state to determine whether Homer speaks accurately or not here? The art of medicine or of rhapsody?

Ion: The art of medicine.

Σωκράτης τί δέ, ὅταν λέγῃ Ὅμηρος — “ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ἵκανεν, ἥ τε κατ᾽ ἀγραύλοιο βοὸς κέρας ἐμμεμαυῖα ἔρχεται ὠμηστῇσι μετ᾽ ἰχθύσι πῆμα φέρουσα·” ταῦτα πότερον φῶμεν ἁλιευτικῆς εἶναι τέχνης μᾶλλον κρῖναι ἢ ῥαψῳδικῆς, ἅττα λέγει καὶ εἴτε καλῶς εἴτε μή;

Ἴων δῆλον δή, ὦ Σώκρατες, ὅτι ἁλιευτικῆς.

Socrates: And when Homer says,

Socrates: “She descended into the depth like a lump of lead on a fishing line, which comes rushing with force along the horn of a farmyard ox, ferrying destruction to the ravenous fish.”

Socrates: Shall we say that these things are a better fit for the art of the fisherman to judge, whether or not Homer speaks accurately, or the art of the rhapsode?

Ion: Clearly, Socrates, the art of the fisherman.

Σωκράτης σκέψαι δή, σοῦ ἐρομένου, εἰ ἔροιό με· ‘ἐπειδὴ τοίνυν, ὦ Σώκρατες, τούτων τῶν τεχνῶν ἐν Ὁμήρῳ εὑρίσκεις ἃ προσήκει ἑκάστῃ διακρίνειν, ἴθι μοι ἔξευρε καὶ τὰ τοῦ μάντεώς τε καὶ μαντικῆς, ποῖά ἐστιν ἃ προσήκει αὐτῷ οἵῳ τ᾽ εἶναι διαγιγνώσκειν, εἴτε εὖ εἴτε κακῶς πεποίηται’ — σκέψαι ὡς ῥᾳδίως τε καὶ ἀληθῆ ἐγώ σοι ἀποκρινοῦμαι. πολλαχοῦ μὲν γὰρ καὶ ἐν Ὀδυσσείᾳ λέγει, οἷον καὶ ἃ ὁ τῶν Μελαμποδιδῶν λέγει μάντις πρὸς τοὺς μνηστῆρας, Θεοκλύμενος—

Socrates: Now consider, since you are asking me, if you were to ask me, “Since then, Socrates, you find in Homer what is fitting for each of these arts to judge, come find for me also the passages of the seer and of divination. What sort of lines is the seer fittingly capable of judging, to tell if they are well or badly written?” And see how easily and truthfully I will respond to you. For there are many such moments, especially in the Odyssey, when Theoclymenus, the seer of the sons of Melampus, addresses the suitors:

“δαιμόνιοι, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γυῖα, οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί· εἰδώλων τε πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλὴ ἱεμένων ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ

“You men possessed! What evil are you suffering? At night, your heads and faces and limbs are covered below, and a loud wailing blazes up, and your cheeks are wet with tears; the porch is full of ghosts, and the courtyard is also full of these ghosts rushing towards Erebus beneath the darkness; and the sun

οὐρανοῦ ἐξαπόλωλε, κακὴ δ᾽ ἐπιδέδρομεν ἀχλύς·” πολλαχοῦ δὲ καὶ ἐν Ἰλιάδι, οἷον καὶ ἐπὶ τειχομαχίᾳ· λέγει γὰρ καὶ ἐνταῦθα — “ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν, αἰετὸς ὑψιπέτης, ἐπ᾽ ἀριστερὰ λαὸν ἐέργων,

has perished out of the heavens, and an evil mist has spread across.”

Socrates: And there are many such moments in the Iliad, too, for example at the fighting at the wall, where he says the following,

Socrates: “A bird-omen came upon them as they were eager to cross over; a high-flying eagle hemming in the people on the left-hand side,

φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον, ζῷον, ἔτ᾽ ἀσπαίροντα· καὶ οὔπω λήθετο χάρμης. κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν ἰδνωθεὶς ὀπίσω, ὁ δ᾽ ἀπὸ ἕθεν ἧκε χαμᾶζε ἀλγήσας ὀδύνῃσι, μέσῳ δ᾽ ἐνὶ κάββαλ᾽ ὁμίλῳ·

carrying in its talons a monstrous, gory serpent, still alive and writhing; nor had it yet forgotten its lust for battle. For coiling back, the serpent struck the eagle holding it right on the breast near the neck; and suffering in pain, the eagle threw it away to the ground and dropped it into the middle of the crowd;

αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.” ταῦτα φήσω καὶ τὰ τοιαῦτα τῷ μάντει προσήκειν καὶ σκοπεῖν καὶ κρίνειν.

Ἴων ἀληθῆ γε σὺ λέγων, ὦ Σώκρατες.

Σωκράτης καὶ σύ γε, ὦ Ἴων, ἀληθῆ ταῦτα λέγεις. ἴθι δὴ καὶ σὺ ἐμοί, ὥσπερ ἐγὼ σοὶ ἐξέλεξα καὶ ἐξ Ὀδυσσείας καὶ ἐξ Ἰλιάδος ὁποῖα τοῦ μάντεώς ἐστι καὶ ὁποῖα τοῦ ἰατροῦ καὶ

and the eagle, having shrieked out, flew away on the blasts of the wind.”

Socrates: I maintain that these are the sorts of passages that the seer should examine and judge.

Ion: And you are correct in saying so, Socrates.

Socrates: And you are also correct, Ion. Now come on, just as I picked out passages from the Odyssey and the Iliad which concern the seer and the doctor and

ὁποῖα τοῦ ἁλιέως, οὕτω καὶ σὺ ἐμοὶ ἔκλεξον, ἐπειδὴ καὶ ἐμπειρότερος εἶ ἐμοῦ τῶν Ὁμήρου, ὁποῖα τοῦ ῥαψῳδοῦ ἐστιν, ὦ Ἴων, καὶ τῆς τέχνης τῆς ῥαψῳδικῆς, ἃ τῷ ῥαψῳδῷ προσήκει καὶ σκοπεῖσθαι καὶ διακρίνειν παρὰ τοὺς ἄλλους ἀνθρώπους.

Ἴων ἐγὼ μέν φημι, ὦ Σώκρατες, ἅπαντα.

Σωκράτης οὐ σύ γε φῄς, ὦ Ἴων, ἅπαντα· ἢ οὕτως ἐπιλήσμων εἶ; καίτοι οὐκ ἂν πρέποι γε ἐπιλήσμονα εἶναι ῥαψῳδὸν ἄνδρα.

and the fisherman, pick out for me, since you are more skilled than I in the works of Homer, passages which concern the rhapsode, and the art of rhapsody – passages which the rhapsode should be better than other men at examining and picking apart.

Ion: I say, Socrates, that all of them do.

Socrates: Surely you do not mean all of them, Ion. Or are you so forgetful? It would hardly be right for a rhapsode to be forgetful.

Ἴων τί δὲ δὴ ἐπιλανθάνομαι;

Σωκράτης οὐ μέμνησαι ὅτι ἔφησθα τὴν ῥαψῳδικὴν τέχνην ἑτέραν εἶναι τῆς ἡνιοχικῆς;

Ἴων μέμνημαι.

Σωκράτης οὐκοῦν καὶ ἑτέραν οὖσαν ἕτερα γνώσεσθαι ὡμολόγεις;

Ἴων ναί.

Σωκράτης οὐκ ἄρα πάντα γε γνώσεται ἡ ῥαψῳδικὴ κατὰ τὸν σὸν λόγον οὐδὲ ὁ ῥαψῳδός.

Ἴων πλήν γε ἴσως τὰ τοιαῦτα, ὦ Σώκρατες.

Ion: What am I forgetting?

Socrates: Do you not remember that you claimed that the art of rhapsody is different to the art of being a charioteer?

Ion: I remember.

Socrates: And did you not agree that since it is a different art, it knows different things?

Ion: Yes.

Socrates: So, therefore, by your own account, neither the rhapsode nor the art of rhapsody will know everything.

Ion: Except maybe for things like that, Socrates.

Σωκράτης τὰ τοιαῦτα δὲ λέγεις πλὴν τὰ τῶν ἄλλων τεχνῶν σχεδόν τι· ἀλλὰ ποῖα δὴ γνώσεται, ἐπειδὴ οὐχ ἅπαντα;

Ἴων ἃ πρέπει, οἶμαι ἔγωγε, ἀνδρὶ εἰπεῖν καὶ ὁποῖα γυναικί, καὶ ὁποῖα δούλῳ καὶ ὁποῖα ἐλευθέρῳ, καὶ ὁποῖα ἀρχομένῳ καὶ ὁποῖα ἄρχοντι.

Σωκράτης ἆρα ὁποῖα ἄρχοντι, λέγεις, ἐν θαλάττῃ χειμαζομένου πλοίου πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ κυβερνήτης;

Ἴων οὔκ, ἀλλὰ ὁ κυβερνήτης τοῦτό γε.

Socrates: And by ‘things like that’, you mean to say nearly everything except what belongs to other arts; but what sorts of things will the rhapsode know, since he does not know everything?

Ion: I suppose that he will know whatever a man and woman ought to say, and what a slave and a freedman ought to say, and also whatever a subject and a ruler ought to say, too.

Socrates: So do you mean to say that a rhapsode will know better than a helmsman what someone in charge of a vessel ought to say when a ship is caught in a storm at sea?

Ion: No, the helmsman will know best.

Σωκράτης ἀλλ᾽ ὁποῖα ἄρχοντι κάμνοντος πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ ἰατρός;

Ἴων οὐδὲ τοῦτο.

Σωκράτης ἀλλ᾽ οἷα δούλῳ πρέπει, λέγεις;

Ἴων ναί.

Σωκράτης οἷον βουκόλῳ λέγεις δούλῳ ἃ πρέπει εἰπεῖν ἀγριαινουσῶν βοῶν παραμυθουμένῳ, ὁ ῥαψῳδὸς γνώσεται ἀλλ᾽ οὐχ ὁ βουκόλος;

Ἴων οὐ δῆτα.

Σωκράτης ἀλλ᾽ οἷα γυναικὶ πρέποντά ἐστιν εἰπεῖν ταλασιουργῷ περὶ ἐρίων

Socrates: Or will the rhapsode know better than the doctor what someone in charge of a sick person should say?

Ion: No, they will not.

Socrates: But will they know what a slave should say?

Ion: Yes.

Socrates: Suppose the slave is a cowherd. In order to soothe some cattle when they get out of hand, will the rhapsode know how to do that, and not the cowherd?

Ion: Certainly not.

Socrates: But will they know what a wool-working woman ought to say about the

ἐργασίας;

Ἴων οὔ.

Σωκράτης ἀλλ᾽ οἷα ἀνδρὶ πρέπει εἰπεῖν γνώσεται στρατηγῷ στρατιώταις παραινοῦντι;

Ἴων ναί, τὰ τοιαῦτα γνώσεται ὁ ῥαψῳδός.

Σωκράτης τί δέ; ἡ ῥαψῳδικὴ τέχνη στρατηγική ἐστιν;

Ἴων Γνοίην γοῦν ἂν ἔγωγε οἷα στρατηγὸν πρέπει εἰπεῖν.

Σωκράτης ἴσως γὰρ εἶ καὶ στρατηγικός, ὦ Ἴων. καὶ γὰρ εἰ ἐτύγχανες ἱππικὸς ὢν ἅμα καὶ κιθαριστικός, ἔγνως ἂν ἵππους

working of wool?

Ion: No.

Socrates: Will they know what a general ought to say when exhorting their soldiers?

Ion: Yes, the rhapsode will know these sorts of things.

Socrates: Well then. Is the art of the rhapsode that of the general?

Ion: I would know, at least, what a general ought to say.

Socrates: Perhaps you are skilled in the art of being a good general, Ion. If you happened to be skilled with horses as well as the lyre, then you would know when horses

εὖ καὶ κακῶς ἱππαζομένους· ἀλλ᾽ εἴ σ᾽ ἐγὼ ἠρόμην· ‘ποτέρᾳ δὴ τέχνῃ, ὦ Ἴων, γιγνώσκεις τοὺς εὖ ἱππαζομένους ἵππους; ᾗ ἱππεὺς εἶ ἢ ᾗ κιθαριστής;’ τί ἄν μοι ἀπεκρίνω;

Ἴων ᾗ ἱππεύς, ἔγωγ᾽ ἄν.

Σωκράτης οὐκοῦν εἰ καὶ τοὺς εὖ κιθαρίζοντας διεγίγνωσκες, ὡμολόγεις ἄν, ᾗ κιθαριστὴς εἶ, ταύτῃ διαγιγνώσκειν, ἀλλ᾽ οὐχ ᾗ ἱππεύς.

Ἴων ναί.

Σωκράτης ἐπειδὴ δὲ τὰ στρατιωτικὰ γιγνώσκεις, πότερον ᾗ στρατηγικὸς εἶ γιγνώσκεις ἢ ᾗ ῥαψῳδὸς ἀγαθός;

Ἴων οὐδὲν ἔμοιγε δοκεῖ διαφέρειν.

were being handled both well and poorly; but if I were to ask you, “With the use of which art, Ion, do you judge when horses are being handled well? Is it through being a horseman, or a lyre-player?”, what would you answer?

Ion: I would reply that it is through being a horseman.

Socrates: And if you judged that people were playing the lyre well, you would agree that you do this through your capacity for playing the lyre, rather than being a horseman.

Ion: Yes.

Socrates: And since you judge military matters, do you do this through virtue of being a general or a good rhapsode?

Ion: It makes no difference as far as I am concerned.

Σωκράτης πῶς; οὐδὲν λέγεις διαφέρειν; μίαν λέγεις τέχνην εἶναι τὴν ῥαψῳδικὴν καὶ τὴν στρατηγικὴν ἢ δύο;

Ἴων μία ἔμοιγε δοκεῖ.

Σωκράτης ὅστις ἄρα ἀγαθὸς ῥαψῳδός ἐστιν, οὗτος καὶ ἀγαθὸς στρατηγὸς τυγχάνει ὤν;

Ἴων μάλιστα, ὦ Σώκρατες.

Σωκράτης οὐκοῦν καὶ ὅστις ἀγαθὸς στρατηγὸς τυγχάνει ὤν, ἀγαθὸς καὶ ῥαψῳδός ἐστιν.

Ἴων οὐκ αὖ μοι δοκεῖ τοῦτο.

Σωκράτης ἀλλ᾽ ἐκεῖνο μὴν δοκεῖ σοι, ὅστις γε ἀγαθὸς

Socrates: How? Do you mean there is no difference? Are you saying that the art of the rhapsode and the art of the general are one and the same, or are two different things?

Ion: It seems to me that they are one and the same.

Socrates: So does the person who is a good rhapsode also happen to be a good general?

Ion: Very much so, Socrates.

Socrates: So therefore, the person who happens to be a good general is also a good rhapsode.

Ion: No, that is not what I think.

Socrates: But you do think that whoever is a good

ῥαψῳδός, καὶ στρατηγὸς ἀγαθὸς εἶναι;

Ἴων πάνυ γε.

Σωκράτης οὐκοῦν σὺ τῶν Ἑλλήνων ἄριστος ῥαψῳδὸς εἶ;

Ἴων πολύ γε, ὦ Σώκρατες.

Σωκράτης ἦ καὶ στρατηγός, ὦ Ἴων, τῶν Ἑλλήνων ἄριστος εἶ;

Ἴων εὖ ἴσθι, ὦ Σώκρατες· καὶ ταῦτά γε ἐκ τῶν Ὁμήρου μαθών.

Σωκράτης τί δή ποτ᾽ οὖν πρὸς τῶν θεῶν, ὦ Ἴων, ἀμφότερα ἄριστος ὢν τῶν Ἑλλήνων, καὶ στρατηγὸς καὶ ῥαψῳδός, ῥαψῳδεῖς μὲν περιιὼν τοῖς Ἕλλησι, στρατηγεῖς δ᾽ οὔ; ἢ

rhapsode is also a good general?

Ion: Certainly.

Socrates: And are you the best rhapsode in Greece?

Ion: By far the best, Socrates.

Socrates: And, Ion, are you the best general in Greece?

Ion: Be sure of it, Socrates; and that is from studying the works of Homer.

Socrates: Then how, for Heaven’s sake, is it that you are the best in Greece at being both a general and a rhapsode, but you go around performing as a rhapsode and not as a general? Or

ῥαψῳδοῦ μὲν δοκεῖ σοι χρυσῷ στεφάνῳ ἐστεφανωμένου πολλὴ χρεία εἶναι τοῖς Ἕλλησι, στρατηγοῦ δὲ οὐδεμία;

Ἴων ἡ μὲν γὰρ ἡμετέρα, ὦ Σώκρατες, πόλις ἄρχεται ὑπὸ ὑμῶν καὶ στρατηγεῖται καὶ οὐδὲν δεῖται στρατηγοῦ, ἡ δὲ ὑμετέρα καὶ ἡ Λακεδαιμονίων οὐκ ἄν με ἕλοιτο στρατηγόν· αὐτοὶ γὰρ οἴεσθε ἱκανοὶ εἶναι.

Σωκράτης ὦ βέλτιστε Ἴων, Ἀπολλόδωρον οὐ γιγνώσκεις τὸν Κυζικηνόν;

Ἴων ποῖον τοῦτον;

Σωκράτης ὃν Ἀθηναῖοι πολλάκις ἑαυτῶν στρατηγὸν ᾕρηνται

do you think that the Greeks need a rhapsode crowned with a golden crown, but not a general?

Ion: But Socrates, my city is ruled and commanded by your people and in no way needs a general, but your city, and also Sparta, would not choose me as a general; for you think you are perfectly capable yourselves.

Socrates: My good Ion, do you not know about Apollodorus of Cyzicus?

Ion: Who is this?

Socrates: Someone whom the Athenians often chose as their general

ξένον ὄντα· καὶ Φανοσθένη τὸν Ἄνδριον καὶ Ἡρακλείδην τὸν Κλαζομένιον, οὓς ἥδε ἡ πόλις ξένους ὄντας, ἐνδειξαμένους ὅτι ἄξιοι λόγου εἰσί, καὶ εἰς στρατηγίας καὶ εἰς τὰς ἄλλας ἀρχὰς ἄγει· Ἴωνα δ᾽ ἄρα τὸν Ἐφέσιον οὐχ αἱρήσεται στρατηγὸν καὶ τιμήσει, ἐὰν δοκῇ ἄξιος λόγου εἶναι; τί δέ; οὐκ Ἀθηναῖοι μέν ἐστε οἱ Ἐφέσιοι τὸ ἀρχαῖον, καὶ ἡ Ἔφεσος

despite being a foreigner; and also Phanosthenes of Andros and Heraclides of Clazomenae, whom, despite also being foreigners, the city also promoted to be generals and also other offices, once they had shown themselves to be worth something of merit; and would the city also not choose Ion of Ephesus as general and honour him, if he also shows himself to be worth something of merit? What then? Are you Ephesians not originally Athenians, and is Ephesus

οὐδεμιᾶς ἐλάττων πόλεως; ἀλλὰ γὰρ σύ, ὦ Ἴων, εἰ μὲν ἀληθῆ λέγεις ὡς τέχνῃ καὶ ἐπιστήμῃ οἷός τε εἶ Ὅμηρον ἐπαινεῖν, ἀδικεῖς, ὅστις ἐμοὶ ὑποσχόμενος ὡς πολλὰ καὶ καλὰ περὶ Ὁμήρου ἐπίστασαι καὶ φάσκων ἐπιδείξειν, ἐξαπατᾷς με καὶ πολλοῦ δεῖς ἐπιδεῖξαι, ὅς γε οὐδὲ ἅττα ἐστὶ ταῦτα περὶ ὧν δεινὸς εἶ ἐθέλεις εἰπεῖν, πάλαι ἐμοῦ λιπαροῦντος, ἀλλὰ ἀτεχνῶς ὥσπερ ὁ Πρωτεὺς παντοδαπὸς γίγνῃ στρεφόμενος ἄνω καὶ κάτω, ἕως τελευτῶν διαφυγών με στρατηγὸς ἀνεφάνης,

not inferior to any city? But, Ion, if you are telling the truth, that you can praise Homer through art and knowledge, then you are doing me a great wrong. You promised me that you have expert knowledge of the many and fine topics of Homer and claimed that you would recite them, but you are deceiving me, and you are very far from giving me a recital. You are unwilling to tell me what sort these topics even are, which you are so clever at, despite me pressing you all this time. You are exactly like Proteus, and you take on all sorts of forms and twist up and down, and in the end you escape from me, appearing under the new guise of a general,

ἵνα μὴ ἐπιδείξῃς ὡς δεινὸς εἶ τὴν περὶ Ὁμήρου σοφίαν. εἰ μὲν οὖν τεχνικὸς ὤν, ὅπερ νυνδὴ ἔλεγον, περὶ Ὁμήρου ὑποσχόμενος ἐπιδείξειν ἐξαπατᾷς με, ἄδικος εἶ· εἰ δὲ μὴ τεχνικὸς εἶ, ἀλλὰ θείᾳ μοίρᾳ κατεχόμενος ἐξ Ὁμήρου μηδὲν εἰδὼς πολλὰ καὶ καλὰ λέγεις περὶ τοῦ ποιητοῦ, ὥσπερ ἐγὼ εἶπον περὶ σοῦ, οὐδὲν ἀδικεῖς. ἑλοῦ οὖν πότερα βούλει νομίζεσθαι ὑπὸ ἡμῶν ἄδικος ἀνὴρ εἶναι ἢ θεῖος.

all to avoid demonstrating how clever you are when it comes to Homer. If you really do possess an art, then, as I was saying, by deceiving me after promising to display your knowledge of Homer, you are doing me a great wrong. But if you possess no art – if instead you are possessed by divine inspiration from Homer, and without actually knowing anything you say all these beautiful things about the poet, just as I said you did – then you do no wrong. Choose, therefore, how you want to be thought of by us: a dishonest man, or a divinely inspired one.

Ἴων πολὺ διαφέρει, ὦ Σώκρατες· πολὺ γὰρ κάλλιον τὸ θεῖον νομίζεσθαι.

Σωκράτης τοῦτο τοίνυν τὸ κάλλιον ὑπάρχει σοι παρ᾽ ἡμῖν, ὦ Ἴων, θεῖον εἶναι καὶ μὴ τεχνικὸν περὶ Ὁμήρου ἐπαινέτην.

Ion: There is a great difference, Socrates: it is much better to be thought of as divinely inspired.

Socrates: Then this much better title is yours as far as we are concerned, Ion; you are a divinely inspired praiser of Homer, rather than an artful one.

Alexandros Kalogrianitis
Philosophy · Classics · Software
UCL, London
© 2026 Alexandros Kalogrianitis